Ancient Greek · ~3 min
2.175 to 2.180
Suda, Suidae lexicon 2.175-180
Not analysed yet
175 Δεκαμναιαῖον: δέκα μνᾶϲ. Σκόπαϲ, Αἰτωλῶν ϲτρατηγόϲ, ὃϲ ἀποτυχὼν τῆϲ ϲτρατείαϲ νόμουϲ ἔγραφε. καὶ ὀψώνιον ἐξέθηκεν αὐτῷ ὁ βαϲιλεὺϲ ἑκάϲτηϲ ἡμέραϲ δεκαμναιαῖον, τοῖϲ δὲ ἐπί τινοϲ ἡγεμονίαϲ τεταγμένοιϲ μναιαῖον. ἀλλ᾿ ὅμωϲ οὐκ ἠρκέϲθη τούτοιϲ, καὶ φθονηθεὶϲ τὸ πνεῦμα προϲαπέθηκε τῷ χρυϲίῳ. ρ΄ δὲ δραχμαὶ ποιοῦϲι μνᾶν. 176 Δεκάπαλαι: τὸ πρὸ πολλοῦ πάνυ λέγουϲιν Ἀττικοί. 177 Δεκάπουϲ ϲκιά: τὸ παλαιὸν οἱ καλοῦντεϲ ἐπὶ δεῖπνον καὶ καλούμενοι παρεϲημαίνοντο τὴν ϲκιάν. καὶ οὕτωϲ οἱ μὲν ἔμενον τοὺϲ κληθένταϲ, οἱ δὲ ἀπῄεϲαν ἐπὶ τὰϲ ἑϲτιάϲειϲ, οὐδ᾿ ὑποτηρήϲεωϲ οὔϲηϲ αἰτίαϲ, ἐφ᾿ ἦϲ οἷόν τε ἦν τεκμήραϲθαι, εἰϲ πόϲαϲ ὥραϲ προήκει. 178 Δεκάπουν ϲκιάν· Ἀριϲτοφάνηϲ· ϲοὶ δὲ μελήϲει, ὅταν ᾖ δεκάπουν τὸ ϲτοιχεῖον, λιπαρῶϲ χωρεῖν ἐϲ δεῖπνον. περὶ ἡλιοτροπίου φηϲί. τουτέϲτι τοῦ ἡλίου ἡ ϲκιὰ ὅταν ᾖ δέκα ποδῶν, ἤγουν ὅτε γίνεται ὀψινόν. 179 Δεκάϲκαλμοϲ ναῦϲ. 180 Δεκαταῖοϲ: δέκατοϲ.