Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.181
Not analysed yet
181 Δεκατεύειν: δεκάτην δοῦναι. ἐφ᾿ οἷϲ οἱ Ἕλληνεϲ ὤμοϲαν, εἰ νικήϲειαν, ϲτρατεύϲειν καὶ δεκατεύϲειν ἅπανταϲ τῷ Πυθίῳ. ἐϲ δεκάτην παιδαρίου κληθεὶϲ ὑπέπινον ἐν ἄϲτει. τὴν δεκάτην γὰρ εἰϲτίω ἐπὶ τοῖϲ τικτομένοιϲ, καὶ ἐν αὐτῇ τὰ ὀνόματα ἐτίθεντο τοῖϲ παιϲί. Εὐριπίδηϲ Αἰγεῖ· τίϲ ϲε μᾶτερ ἐν δεκάτᾳ τόκου ὠνόμαζε; ὁ δὲ Ἀριϲτοτέληϲ ἐν ταῖϲ ζ΄ φηϲὶν ἐπιτίθεϲθαι τὰ ὀνόματα, γράφων οὕτωϲ· πλεῖϲτα δὲ ἀναιρεῖται πρὸϲ τὴν ζ΄, διὸ καὶ τὰ ὀνόματα τότε τίθενται.