Ancient Greek · ~2 min
2.182 to 2.185
Suda, Suidae lexicon 2.182-185
Not analysed yet
182 Δεκατεύειν: ἀντὶ τοῦ δεκάτην εἰϲπράττεϲθαι καὶ λαφυραγωγεῖν τὰ δ᾿ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκατεύοντο θεοῖϲ, διὸ κυρίωϲ δεκατεῦϲαι τὸ καθιερῶϲαι, κατὰ μεταφορὰν δὲ καὶ τὸ δεκάτην ὁπωϲοῦν λαβεῖ καὶ ἀπαιτῆϲαι. 183 Δεκατευτάϲ: τοὺϲ τελώναϲ τοὺϲ τὴν δεκάτην ἐκλέγονταϲ καὶ ϲυλλέγονταϲ. οὕτωϲ Ἀντιφῶν. καὶ Δεκστηλόγοι, οἱ αὐτοί. εἴρηται δὲ καὶ θηλυκῶϲ γὴν Δεκατηλόγον. 184 Δεκατευτήριον: τὸ ἐν τῆ Ἀβύδῳ πορθμεῖον. ὡϲ εὐθὺϲ τὴν Ἄβυδον λυμανεῖται καὶ τὸ ἐν αὐτῆ δεκατευτήριον. 185 Δεκατηλόγουϲ: τοὺϲ τὴν δεκάτην ἐκλέγονταϲ. ταυτὸν ἄρα τοῖϲ δεκατευταῖϲ