Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.186
Not analysed yet
186 Δεκάτην ἑϲτιάϲαι: ἔθοϲ ἦν παίδων γεννωμένων τοῖϲ Ἀθηναίοιϲ ἀϲτοῖϲ, τῇ ι΄ τῶν νυκτῶν ἀπὸ τῆϲ γενέϲεωϲ ϲυγκαλεῖϲθαι τοὺϲ πρὸϲ πατρὸϲ καὶ μητρὸϲ οἰκείουϲ καὶ τοὺϲ ἐγγυτάτω φίλουϲ, καὶ παρόντων ἐκείνων τά τε ὀνόματα τοῖϲ παιϲὶ τίθεϲθαι καὶ καλλιερεῖϲθαι τοῖϲ θεοῖϲ· ἔπειτα εὐωχεῖϲθαι τοὺϲ ϲυνεληλυθόταϲ. καὶ τοῦτό ἐϲτιν ἡ δεκάτη. καὶ Δεκατῶ ῥῆμα. ὡϲ τὸ, ὁ λαμβάνων δεκάταϲ δεδεκάτωται. τῆϲ τῶν Συρακουϲίων δεκάτηϲ πολὺ προτιμώτερόν ϲε ποιούμενοϲ.