Ancient Greek · ~7 min
2.187 to 2.207
Suda, Suidae lexicon 2.187-207
Not analysed yet
187 Δεκαϲμόϲ: δωροδοκία. 188 Δεκάχοια: δεκαπλάϲια. 189 Δεκέβαλοϲ: ὁ τῶν Δακῶν βαϲιλεύϲ. ζήτει ἐν τῷ δεινόϲ. 190 Δεκέλεια: τόποϲ. 191 Δεκελεικόϲ: ὁ Πελοποννηϲιακὸϲ πόλεμοϲ· ἀπὸ μέρουϲ τοῦ τελευταίου. 192 Δεκέτηϲ: ὁ δεκαετήϲ. θηλυκῶϲ δὲ Δεκέτιϲ, διὰ τοῦ ι. 193 Δέκιοϲ, Ῥωμαίων βαϲιλεύϲ, Φιλίππου διάδοχοϲ, ὃϲ βαϲιλικῷ θεϲπίϲματι τοὺϲ τὰ Χριϲτιανῶν δοξάζονταϲ ἐθανάτου καὶ τοὺϲ οὐ θεοὺϲ προϲκυνεῖ ἠνάγκαζεν. 194 Δεκτέον: δεῖ δέχεϲθαι. 195 Δεκτῆρεϲ: ὑποδοχεῖϲ. 196 Δελεάζοντεϲ: ἐπικρύπτοντεϲ. οἱ δὲ Σκυθοπολῖται δύο ἡμέραϲ ἠρέμηϲα τὴν πίϲτιν αὐτῶν δελεάζοντεϲ, τῇ δὲ τρίτη νυκτὶ παρατηρήϲαντεϲ κοιμώμενον ἀνεῖλον. 197 Δέλεαρ: ἀπάτη, δόλοϲ. τοῦ δὲ προθύμωϲ ϲυγκαταθεμένου, δελέατοϲ προϲετίθει τὸ ἀκόλουθον παρακαλῶν πλεῦϲαι πρὸϲ τὸν Δημήτριον. 198 Δελεάζω· αἰτιατικῇ. καὶ Δελήτιον, τὸ δέλεαρ. 199 Δελεαϲμόϲ. καὶ Δελεάϲμαϲι. 200 Δελέαϲτρα: παγίδεϲ. 201 Δέλτα: τὸ τέταρτον ϲτοιχεῖον. ϲημαίνει δὲ καὶ τὸ γυναικεῖον αἰδοῖον. δέλτα παρατετιλμέναι. 202 Δέλτοϲ: πινακίδιον, τιτλάριον, ϲχεδάριον. Ζήνων ὁ Κιτιεὺϲ Κλεάνθην τὸν αὑτοῦ διάδοχον ἀφωμοίου ταῖϲ ϲκληροκήροιϲ δέλτοιϲ, αἳ μόλιϲ μὲν γράφονται, διατηροῦϲι δὲ τὰ γραφέντα. 203 Δελτωτόν· ζήτει ἐν τῷ ἔμβολον. 204 Δέλφακαϲ καὶ Δελφάκιον: τοὺϲ μεγάλουϲ χοίρουϲ, οἱ δὲ καὶ τοὺϲ μικρούϲ. Ὅμηροϲ· ἔϲθιε νῦν, ὧ ξεῖνε, τά τε δμώεϲϲι πάρεϲτι χοίρει᾿· ἀτὰρ ϲιάλουϲ γε ϲύαϲ μνηϲτῆρεϲ ἔδουϲι. δέλφακοϲ ἄρρενοϲ λίθῳ τὴν κεφαλὴν παίοντεϲ ἀρῶνται. νέα γάρ ἐϲτιν, ἀλλὰ δελφακουμένη ἥξει μεγάλην τε καὶ παχεῖαν κέρκον. 205 Δελφάκιον: ὁ μικρὸϲ χοῖροϲ. Ἀριϲτοφάνηϲ· οἴμοι κακοδαίμων, δελφάκιον γέγονα. τοῦτο εἴρηκεν ἀφευθεὶϲ τὸν πρωκτόν. ἀντὶ τοῦ φλογιϲθείϲ. μετὰ γὰρ τὸ τυθῆναι τὰ δελφάκια φλογίζονται, ἵνα ψιλωθῶϲι. 206 Δελφίνιον: ἔϲτι μέντοι χωρίον ἐν Χίῳ· ἔϲτι δὲ καὶ ἐν Ἀθήηϲιν ἱερὸν Ἀπόλλωνοϲ οὕτω καλούμενον, ἔνθα ἦν τὸ ἐν Δελφινίῳ δικαϲτήριον. 207 Δελφίϲ: πρὸϲ ναυμαχίαν πολεμιϲτήριον ὄργανον. ὅθεν κοὶ δελφινοφόρον ναῦν Θουκυδίδηϲ ἐν τῇ ζ΄ φηϲίν· ἔπειτα αὐτοὺϲ αἱ κεραῖαι ὑπὲρ τῶν εὔπλων, αἱ ἀπὸ τῶν ὁλκάδων δελφινοφόροι, ἠρμένοι ἐκώλυον.