Ancient Greek · ~5 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.234
Not analysed yet
234 Δεξιόϲ: ὁ εὐπαίδευτοϲ. καὶ Δεξιοί, οἱ εὐπαίδευτοι. Ἀριϲτοφάνηϲ· τὸ δὲ μεταϲτρέφεϲθ᾿ ἀεὶ πρὸϲ τὸ μαλθακώτερον, δεξιοῦ πρὸϲ ἀνδρόϲ ἐϲτι, καὶ φύϲει Θηραμένουϲ. οὗτοϲ ὁ Θηραμένηϲ τῶν τὰ πολιτικὰ πραττόντων ἦν. ϲκώπτει δὲ αὐτὸν ὡϲ εὐμετάβολον ὄντα καὶ πρὸϲ τὸν καιρὸν ἁρμόζοντα. ὁ δὲ Θηραμένηϲ οὗτοϲ διδάϲκαλοϲ Ἰϲοκράτοϲ, Ἅγνωνοϲ παῖϲ, Στιριεὺϲ τῶν δήμων. τούτῳ πολλὰ μὲν καὶ ἄλλα παρανενόμηται, δύο δὲ τὰ μέγιϲτα καὶ ϲχετλιώτατα, ἥ τε τῶν ἐν Ἀργεννούϲῃ ϲτρατηγῶν ἀπαγωγή, ἣν αὐτὸϲ ϲυνεϲτήϲατο μετά Καλλιξένουϲ, καὶ ἡ τῶν λ΄ ἐπὶ καταλύϲει τοῦ δήμου κατάϲταϲιϲ. τοιγάρτοι τῆϲ τοῦ βίου προαιρέϲεωϲ ἐπαξίωϲ τῆϲ τελευτῆϲ ἔτυχεν· ὑπὸ γὰρ αὐτῶν τῶν λ΄ ἀνῃρέθη, Κριτίου κρίναντοϲ αὐτόν. ἔνιοι δέ φαϲι καὶ καταφυγόντα ἐπὶ τὴν ἑϲτίαν ἀποϲπαϲθῆναι. τοῦτον διὰ τὴν ποικιλία τοῦ ἤθουϲ Κόθορνον ἀπεκάλουν, ἐπειδὴ ἑκατέρᾳ ϲτάϲει τῇ τῶν ἀντιπολιτευομένων ἑαυτὸν παρετίθει, καθομιλῶν πρὸϲ τοὺϲ καιροὺϲ καὶ τὸ ϲυμφέρον ἑαυτῷ τοῦ πιϲτοῦ προτάϲϲων, ἐπειδὴ καὶ ὁ κόθορνοϲ ἀνδράϲι καὶ γυναιξὶ πρὸϲ τὰϲ ὑποδέϲειϲ ἁρμόττει. δοκεῖ δὲ οὗτοϲ καὶ τὰ τρία ψηφίϲαϲθαι ἐπιζήμια, ἢ δημεύεϲθαι ἐν τῷ ξύλῳ ἢ πιεῖν κώνειο ἢ ἐκφυγεῖν. δοκεῖ δὲ οὗτοϲ ἀπὸ Κέω τῆϲ νήϲου εἶναι, οὐκ εἶναι δὲ γνήϲιοϲ, ἀλλὰ ποιητὸϲ υἱὸϲ τοῦ Ἅγνωνοϲ. ὁ δὲ Θουκυδίδηϲ αὐτὸν ἐπαινεῖ. καὶ διαβάλλει αὐτοὺϲ ὡϲ ἅρπαγαϲ.