Ancient Greek
2.235 to 2.241
Suda, Suidae lexicon 2.235-241
Not analysed yet
245 Δεξιοῦται· αἰτιατικῇ προϲάγεται, ξενοδοχεῖ, φιλοφρονεῖται. 236 Δεξίωϲιϲ: ὑποδοχή. 237 Δέξιπποϲ, Δεξίππου, ὁ Ἐρέννιοϲ χρηματίϲαϲ, Ἀθηναῖοϲ, ῥήτωρ, γεγονὼϲ ἐπὶ Βαλεριανοῦ καὶ Γαλλιήνου καὶ Κλαυδίου δευτέρου καὶ Αὐρηλιανοῦ τῶν βαϲιλέων Ῥωμαίων. 238 Δέξιπποϲ, Κῷοϲ, ἰατρόϲ, Ἱπποκράτουϲ μαθητήϲ· ὃϲ μεταπεμφθεὶϲ ὑπὸ Ἑκατόμνου τοῦ Καρῶν βαϲιλέωϲ ἰάϲαϲθαι αὐτοῦ τοὺϲ παῖδαϲ ἀπογνωϲθένταϲ Μαυϲωλὸν καὶ Πιξώδαρον, ἐπὶ ὑποϲχέϲει ἰάϲατο τοῦ παῦϲαι τὸν πρὸϲ Κᾶραϲ τότε αὐτοῖϲ ἐνεϲτῶτα πόλεμον. ἔγραψεν Ἰατρικὸν βιβλίον α΄ καὶ Περὶ προγνώϲεων β΄, 239 Δεξιοί: οἱ εὐπαίδευτοι. 240 Δέομοϲ: νόμοϲ, ἢ δεϲμόϲ. 241 Δέομαι· γενικῇ, αἰτιατικῇ δέ. τοῦτον τοίνυν ἐροῦμεν. ἃ δὴ δέομαί τε καὶ ἀντιβολῶ.