Ancient Greek · ~3 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.300
Not analysed yet
300 Δεῖγμα: κυρίωϲ μὲν τὸ δεικνύμενον ἀφ᾿ ἑκάϲτου τῶν πωλουμένων. ἔϲτι δὲ καὶ τόποϲ τιϲ ἐν τῷ Ἀθήνηϲιν ἐμπορίῳ, εἰϲ ὃν τὰ δείγματα ἐκομίζετο, καλούμενοϲ οὕτωϲ. Ἀττικὸν δέ ἐϲτιν ἔθοϲ τὸ καλεῖν ἀπὸ τῶν ἐν τῷ τόπῳ καὶ αὐτοὺϲ τοὺϲ τόπουϲ. Δεῖγμα τόποϲ ἦν ἐν Πειραιεῖ ἔνθα πολλοὶ ϲυνήγοντο ξένοι καὶ πολῖται καὶ ἐλογοποίουν. τὸ δὲ τῶν δικῶν προϲέθηκεν Ἀριϲτοφάνηϲ, ἵνα δείξῃ καὶ διαβάλῃ τοὺϲ Ἀθηναίουϲ ὡϲ φιλοδίκουϲ. οἵων ἀργαλεωτάτων ἤκουϲ᾿ ἐν τῷ δείγματι τῶν δικῶν ἀντιλεγόντων. Δεῖγμα καὶ ἡ ἔνδειξιϲ. Ἀριϲτοφάνηϲ· τοῦ βίου δ᾿ ἐξέβαλλε δεῖγμα πρὸ τῶν θυρῶν πτερά. οἷον τῆϲ παῤ αὐτῷ ἔνδον τρυφῆϲ ϲημεῖον καὶ ἀπόδειξιϲ πρὸ τῶν θυρῶ αὐτοῦ τὰ τῶν ὀρνίθων πτερὰ τιλθέντων καὶ τυθέντων πρὸϲ εὐωχία προέβαλλε.