Ancient Greek · ~6 min
2.301 to 2.318
Suda, Suidae lexicon 2.301-318
Not analysed yet
301 Δειδέχατ᾿ ἀλλήλουϲ· Ὅμηροϲ. 302 Δειδία: ἡ ϲκοτία νύξ. Δείδια δὲ φοβοῦμαι. καὶ Δείδιεν, ἐφοβεῖτο. δείω, δεδίω· ὡϲ πείθω, πεπίθω. δεδίω, δέδια· πλεοναϲμῷ τοῦ ι, δείδια. καὶ Δείδιθι, φοβήθητι. καὶ Δειδιώϲ, φοβούμεοϲ. 303 Δειδίϲκω: δεικνύω. 304 Δειδίϲϲω: ἐκφοβῶ. 305 Δείδω: τὸ φοβοῦμαι. 306 Δειελινόν: τὸ δειλινόν. καὶ Δείελον, τὸ δειλινόν. 30> Δείκελον: εἴδωλον. ἄγαλμα ἢ ὁμοίωμα. ἐν Ἐπιγράμμαϲι· Ῥείηϲ πυργοφόρου δείκελον εἰϲορόων. Δείκνυμί ϲοι καὶ Δεικωύω ϲοι· δοτικῇ. 308 Δείκηλα: μιμήματα, εἰκάϲματα. τὸ δει δίφθογγον. κυρίωϲ τὸ ὀμοίωμα καὶ εἴκελον τῷ Διΐ, καταχρηϲτικῶϲ δὲ πᾶν ὁμοίωμα. 309 Δεικωύντα καὶ Δεικνύναι καὶ Δεικνύϲα. 310 Δειλάκρα· Ἀριϲτοφάνηϲ Πλούτῳ· ἐγὼ δὲ κατακέκνιϲμαι δειλάκρα. ϲκώπτει καπρῶϲαν τὴν γραῦν. δειλάκρα δέ ἄκρωϲ ἀθλία. καὶ Δειλακρίων, ὁ ἄκρωϲ δειλόϲ· ὁ ἐλεεινόϲ, ὁ ταλαίπωροϲ· ἢ ὁ ἐπίπονοϲ. ὁ αὐτὸϲ Ἀριϲτοφάνηϲ· ὦ δειλακρίων. ὦ γλίϲχρων, ὁρᾷϲ, ὡϲ οὐκέτ᾿ εἶναί ϲοι δοκῶ μιαρώτατοϲ; 311 Δειλακρίων· ὁ Ἑρμῆϲ ἐλέγετο, ὡϲ λίχνοϲ. κρεαδίων γὰρ ἐπιδεικνυμένων αὐτῷ κατήρχετο αὐτίκα. 312 Δειλανδρία καὶ Δειλανδρῶ. 313 Δεἰλαιοϲ: ἄθλιοϲ. 314 Δείλη ὀψία: ἡ περὶ δύϲιν ἡλίου. Δείλη πρωΐα, ἡ πρὸ ἀρίϲτου ὥρα, ἢ μετὰ τὸ ἄριϲτον. Ξενοφῶν· ἡνίκα δὲ δείλη ἐγένετο, ἐφάνη κονιορτόϲ. καὶ κλίνεται δείληϲ. 315 Δείληϲ πρωΐαϲ καὶ Δείληϲ ἑϲπέραϲ· οὕτω λέγουϲιν Ἀττικοί. τῇ θραϲύτητι ἐναντία ἡ δειλία κατὰ τὸ κακία εἶναι κοινωνεῖ γὰρ αὐτῇ τούτου· οὔτε τῇ ἀνδρείᾳ κατὰ τὸ ἔνδεια εἶναι κατὰ τάδε· οὐ γάρ ἐϲτιν ἐναντίον τὸ περὶ τάδε ἐνδεὲϲ τῷ περὶ τὰ αὐτὰ μέϲῳ. 317 Δειλινήϲαϲ: δείληϲ τοῦτο ποιήϲαϲ. καὶ Δειλινόν, δείληϲ. 318 Δειλοκομπήϲαϲ: ἐξαπατήϲαϲ. Ἕρμιπποϲ.