Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.319
Not analysed yet
319 Δειλότεροϲ τοῦ παρακύπτοντοϲ: ἐπὶ τῶν ϲφόδρα δειλῶν. ἀνὴρ γάρ τιϲ ἐγένετο δειλόϲ, ὃϲ παρακύψαϲ ἐκ ϲπηλαίου καὶ ἰδὼν τὸν Ἡρακλέα ἀπελιθώθη· καὶ διέμεινεν ἔτι καὶ νῦν ὁ λίθοϲ ἀνθρω ποειδήϲ. φοβούμενοϲ γὰρ τὸν Ἡρακλέα κατέδυ εἰϲ ϲπήλαιον καὶ διὰ δειλίαν ἀπέθανε. καὶ ἑτέρα παροιμία· Δειλότεροϲ Πειϲάνδρου. ἔνθα καὶ Πείϲανδροϲ ἦλθε δεόμενοϲ ψυχὴν ἰδεῖν, ἢ ζῶντ᾿ ἐκεῖνον προὔλπε. δειλὸϲ γὰρ ἦν καθ᾿ ὑπερβολήν.