Ancient Greek · ~1 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.358
Not analysed yet
358 Δεῖπνον: τὸ πρωϊνὸν ἄριϲτον. ὅπερ ἀκρατιϲμὸϲ λέγεται. εἶτα περὶ ὥραν γ΄ ἄριϲτον, παρὰ τὸ εἰϲ ἀριϲτείαν προέρχεϲθαι. καὶ δεῖπνοϲ, μεθ᾿ ὃν δεῖ πονεῖν. εἶτα τὸ ἑϲπερινὸν δόρποϲ, παρὰ τὸ δόρυ παύειν. καὶ Ἀριϲτοφάνηϲ· δειπνεῖν με δίδαϲκε. ἐπὶ τῶν ἀδηφάγων.