Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.359
Not analysed yet
359 Δειπνοϲοφιϲταί: βιβλίον ἐϲτὶν οὕτωϲ ἐπιγραφόμενον (Ἀθήναιοϲ δὲ ὁ γεγραφὼϲ ὄνομα) ὅ ἐϲτιν ἐπωφελέϲ. ὅτι Οὐλπιανόϲ, εἷϲ τῶν Δειπνοϲοφιϲτῶν, ὃϲ Κειτούκειτοϲ ἐκλήθη διὰ τὸ ϲυνεχῶϲ προβάλλειν, εἰ κεῖται ὥρα ἐπὶ τοῦ τῆϲ ἡμέραϲ μορίου· καὶ εἰ ὁ μέθυϲοϲ ἐπὶ ἀνδρόϲ· εἰ μήτρα ἐπὶ τοῦ ἐδωδίμου βρώματοϲ· ϲύαγρόϲ τε εἰ κεῖται ἐπὶ τοῦ ϲυόϲ. καὶ νόμον εἶχεν ἴδιον μηδενὸϲ ἀποτρώγειν, πρὶν εἰπεῖν κεῖται ἢ οὐ κεῖται. Κειτούκειτοϲ· ζήτει ἐν τῷ Ἀθήναιοϲ περὶ ὧν μνημονεύει ἀνδρῶν παλαιῶν μεγαλοψύχωϲ δοξάντων ἑϲτιᾶν, περί τε Ἀλεξάνδρου καὶ Ἀλκιβιάδου καὶ Ἐμπεδοκλέουϲ Ἀκραγαντίνου καὶ τῶν λοιπῶν.