Ancient Greek · ~3 min
2.360 to 2.367
Suda, Suidae lexicon 2.360-367
Not analysed yet
360 Δειπνοφόροι: αἱ φέρουϲαι τοῖϲ κατακεκλιμένοιϲ ἐν τῷ τῆϲ Ἀθηᾶϲ ἱερῷ τὰ δεῖπνα. 361 Δείρα. καὶ Δειράδεϲ, οἱ τραχώδειϲ τόποι τῶν ὁρῶν. ὁ δὲ δείϲαϲ μὴ περὶ τῶν ὅλων τὴν χώραν ἐκλείπειν ἔγνω. καὶ αὖθιϲ· τὸν πάροϲ Ὀρβηλοῖο μεμυκότα δειράϲι ταῦρον. 362 Δειρατιώτηϲ: δῆμόϲ ἐϲτι τῆϲ Λεοντίδοϲ Δειράδεϲ, ἀφʼ οὗ ὁ δημότηϲ Δειρατιώτηϲ. 363 Δειραχθέϲ: τὸ τὴν δειρὴν ἀλγῦνον. δειραχθὲϲ ἐῦβροχον ἅμμα πετεινῶν. 364 Δειρή: ὁ τράχηλοϲ. 365 Δεῖϲα: ἡ ὑγραϲία. 366 Δειϲαλέα: κοπρώδη. δεῖϲα γὰρ ἡ όπροϲ. 367 Δείϲαντεϲ: φοβηθέντεϲ. καὶ Δείϲαϲ, φοβηθείϲ. Ἡρόδοτοϲ· ὁ δὲ δείϲαϲ περὶ τοῖϲ Ἔλληϲι, μὴ οὐ δύνωνται τὸν βάρβαρον ὑπερβαλέϲθαι. καὶ Ἀππιανόϲ· δείϲαϲ ὁ Καῖϲαρ περὶ τῷ Κικέρωνι ὑπέϲτρεφεν ἔϲτρεφεν εἰϲ τοὐπίϲω. καὶ αὖθιϲ· ὁ δὲ δείϲαϲ περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει.