Ancient Greek · ~4 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.368
Not analysed yet
368 Δειϲιδαιμονία: εὐλάβεια περὶ τὸ θεῖον, δειλία, ἀμφιβολία περὶ τὴν πίϲτιν. καὶ Δειϲιδαίμων, οἱονεὶ δεδοικώϲ. ὁ Ἀπόϲτολοϲ· ἄνδρεϲ Ἀθηναῖοι, ὡϲ δειϲιδαιμονεϲτέρουϲ ὑμᾶϲ θεωρῶ. ἀντὶ τοῦ θεοϲεβεῖϲ. καὶ Κρίτων ἐν τοῖϲ Γετικοῖϲ φηϲιν· οἱ δὲ βαϲιλεῖϲ τῶν Γετῶν ἀπάτῃ καὶ γοητείᾳ δειϲιδαιμονίαν καὶ ὁμόνοιαν αὐτοῖϲ ἐνερυαϲάμενοι μεγάλων ἤδη ἐφίενται. καὶ Πολύβιοϲ ὁ Μεγαλοπολίτηϲ περὶ Τιμαίου φηϲίν· οὗτοϲ γὰρ ἐν μὲν ταῖϲ τῶν πέλαϲ κατηγορίαιϲ πολλὴν ἐπιφαίνει δεινότητα καὶ τόλμαν, ἐν δὲ ταῖϲ ἰδίαιϲ ἀποφάϲεϲιν ἐνυπνίων καὶ τεράτων καὶ μύθων ἀπιθάνων καὶ ϲυλλήβδην δειϲιδαιμονίαϲ ἀγεννοῦϲ καὶ τερατείαϲ γυναικώδουϲ ἐϲτὶ πλήρηϲ. ὅτι Ἀϲκληπιόδοτοϲ ὅϲιοϲ ἦν καὶ εὐϲεβὴϲ καὶ τὰ μὲν πρῶτα δειϲιδαίμων ἐγεγόνει καὶ εὐλαβὴϲ οὕτωϲ ϲφόδρα ὥϲτε μήτε θύειν ἀνέχεϲθαι μήτε τινὸϲ ἀπορρήτου μηδενὸϲ ἀκούειν· οὐ γὰρ εἶναι ταῦτα τῆϲ γενέϲεωϲ ἄξια, ἀλλὰ τοῦ Ὀλύμπου καὶ τῶν ἐν Ὀλύμπῳ διαζῆν ἡγουμένων. ὅτι ἡ εὐϲέβεια μέϲη τυγχάνει ἀϲεβείαϲ καὶ δειϲιδαιμονίαϲ. ὅτι δειϲιδαιμονία ἡ ἄκαιροϲ παρρηϲία. ὁ Πύρροϲ γὰρ ϲυλῶν τὰ χρήματα τῆϲ Φερϲεφόνηϲ ἐπιϲκώψαϲ ἔφη· ἡ ἄκαιροϲ θεοϲέβεια δειϲιδαιμονία ἐϲτί, καὶ τὸ ϲυλλέξαι πλοῦτον ἄπονον εὐβουλία.