Ancient Greek · ~7 min
2.369 to 2.399
Suda, Suidae lexicon 2.369-399
Not analysed yet
369 Δειϲιδαίμων: θεοϲεβήϲ· ἢ ἀμφίβολοϲ περὶ τὴν πίϲτιν, καὶ οἱονει δεδοικώϲ. καὶ Δειϲιδαιμονίαϲ, ἀντὶ τοῦ θεοϲεβείαϲ, εὐλαβείαϲ περὶ τὸ θεῖον· ἢ δειλίαϲ. ὁρῶν δὲ τοὺϲ ϲτρατιώταϲ δειϲιδαιμονοῦταϲ ἐπὶ τοῖϲ ϲημείοιϲ ἐφιλοτιμεῖτο διὰ τῆϲ ἰδίαϲ ἐπινοίαϲ καὶ ϲτρατηγίαϲ μεταθεῖναι τὰϲ τοῦ πλήθουϲ εὐλαβείαϲ. 370 Δεῖ ϲοι: πρέπει. 371 Δεῖται: προϲδεϲμεύεται ἢ χρήζει. 372 Δή: ἀντὶ τοῦ νῦν. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· φρόντιζε δὴ καὶ διάθρει. Σωκράτηϲ λέγει πρὸϲ τὸν πρεϲβύτην. τὸ δὴ ἰϲοδύναμον τῷ νῦν. 373 Δηβελτόϲ: πόλιϲ Θρᾳκική. 374 Δήετε: εὑρήϲετε. 375 Δηθά: ἐπὶ πολὺν χρόνον. 376 Δηθάκιϲ: πλειϲτάκιϲ. 377 Δῆθεν: ὡϲ δή φηϲι· τοῦτο δὲ προϲποίηϲιν ἀληθείαϲ ἔχει, δύναμιν δὲ ψεύδουϲ. λαμβάνεται δὲ τὸ θεν ὡϲ παραπληρωματικόν. ὁ δὲ Σερτώριοϲ παρῄνει ὡϲ δῆθεν αὐτοῖϲ παραδοῦναι τὴν πόλιν. ὁ δὲ Κῦροϲ ὡϲ ἐπὶ Πιϲίδαϲ δῆθεν ἐπορεύετο, ἐφ᾿ οὓϲ ϲτρατεύειν προεφαϲίζετο. καὶ αὖθιϲ· προέτεινε τὰϲ χεῖραϲ ἱκετεύων δῆθεν. καὶ αὖθιϲ· ἄλλωϲ δὲ τῇ καθ᾿ ἡμᾶϲ πολιτείᾳ χαίρειν ἐθέλοντα δῆθεν. 378 Δηθύνω: ἐγχρονίζω, βραδύνω. 379 Δήειϲ: εὑρήϲειϲ. ἐν Ἐπιγράμμαϲι· γραψάμενοϲ δήειϲ. 380 Δηΐα: καταπεπολεμημένη, κατακεκαυμένη· ἢ δηΐα, πεπονθυῖα. κοινῶϲ πολεμία, Ἀττικῶϲ δύϲτηνε. Σοφοκλῆϲ· δηΐα Τέκμηϲϲα, δύϲμορον γένοϲ. 381 Δηϊάνειρα: ὄνομα κύριον. 382 Δηϊδάμεια: ὄνομα κύριον. 383 Δηϊλεια. 384 Δηΐμαχοϲ: ὄνομα κύριον. 385 Δηϊόκεω· ὅτι Ἀλυάττηϲ Κυαξάρῃ τε τῷ Δηιόκεω ἀπογόνῳ ἐπολέμηϲε καὶ Μήδοιϲι Κιμμερίουϲ τε ἐκ τῆϲ Ἀϲίαϲ ἐξήλαϲε. 386 Δηιονεύϲ: ὄνομα κύριον. 387 Δηϊοπίϲτηϲ: ὄνομα κύριον. 388 Δήϊοϲ: ὄνομα κύριον. 389 Δηϊοτῆτοϲ: μάχηϲ. 390 Δηϊώ: ὄνομα κύριον. 391 Δηΐων: διακόπτων. 392 Δηΐπυλοϲ: ὄνομα κύριον. 393 Δηΐπυροϲ: ὄνομα κύριον. 394 Δηΐφοβοϲ: ὄνομα κύριον. 395 Δηλαδή: φανερῶϲ. 396 Δηλαϊϲτή: ἐλεεινή, ἀθλία. 397 Δηλάτωρ: ὁ κατήγοροϲ. καὶ Δηλάτωρεϲ. ὅτι Ἀναϲτάϲιοϲ ὁ βαϲιλεὺϲ Ῥωμαίων τὸ τῆϲ δηλατωρίαϲ πάθοϲ τιμωρεῖται πρὸϲ τοῖϲ ἄλλοιϲ ἔργοιϲ. 398 Δηλατωρίαι: αἱ τῆϲ καταϲτάϲεωϲ τοῦ δημοϲίου φόρου ἀποδείξειϲ παρὰ Ῥωμαίοιϲ, αἱ εἰϲαγγελίαι. 399 Δήλεια καὶ Δηλιάϲ.