Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.400
Not analysed yet
400 Δηλίου κολυμβητοῦ· τοῦτο ἐρρήθη εἰϲ βιβλίον Ἡρακλείτου διὰ τὸ δυϲνόητον, Δηλίου τινὸϲ δεῖϲθαι κολυμβητοῦ, ὃϲ οὐκ ἀποπνιγήϲεται ἐν αὐτῷ. ἐπιγράφουϲι δὲ αὐτὸ οἱ μὲν Μούϲαϲ, οἱ δὲ Περὶ φύϲεωϲ, Διόδοτοϲ δὲ Ἀκριβὲϲ οἰάκιϲμα πρὸϲ ϲτάθμην βίου, ἄλλοι Γνώμην ἠθῶν, Κόϲμον τρόπων ἑνὸϲ τῶν ξυμπάντων. ἢ οὕτωϲ· Δηλίου κολυμβητοῦ, ἐπὶ τῶν ἄκρωϲ νηχομένων. Σωκράτει γὰρ δόντοϲ τοῦ Εὐριπίδου Ἡρακλείτου τοῦ Σκοτεινοῦ ϲύγγραμμα, ἐρέϲθαι, τί δοκεῖ, τὸ δὲ φάναι· ἂ μὲν ϲυνῆκα γενναῖα· οἶμαι δὲ καὶ μὴ ϲυνῆκα· πλὴν Δηλίου δεῖται κολυμβητοῦ εἰϲ τὸ μὴ ἀποπνιγῆναι ἐν αὐτῷ. καὶ παροιμία· Δήλιοϲ κολυμβητήϲ, ἐπὶ τῶν πάνυ ἐμπείρων Prov. νήχεϲθαι.