Ancient Greek · ~5 min
2.401 to 2.414
Suda, Suidae lexicon 2.401-414
Not analysed yet
401 Δηληγατίων: κατὰ Ῥωμαίουϲ ἡ ἐκταγὴ τοῦ ϲιτοπομπείου, καὶ ἡ ἀννονῶν μετακομιδή. 402 Δήλημα: βλάβη. 403 Δηλήμων: ὁ βλαπτικόϲ. 404 Δηλήϲεται: βλάψει, διαφθερεῖ καὶ Δήληϲιϲ, ἡ βλάβη. λῃϲτὰϲ ἐπελθόνταϲ ἐπὶ δηλήϲει τῶν βοῶν Θεϲπιάδου. 405 Δηλητήριον: φάρμακον. 406 Δηλιάϲ: ἡ ναῦϲ. καὶ ἡ Δημήτηρ. καὶ κύριον ὄνομα. 407 Δηλιαϲταί: οἱ εἰϲ Δῆλον ἐξελθόντεϲ θεωροί. οὕτωϲ Λυκοῦργοϲ. 408 Δήλιοϲ: ὁ ἀπὸ τῆϲ Δήλου. Δῆλοϲ γὰρ ἡ νῆϲοϲ τοῦ Ἀπόλλωνοϲ. 409 Δηλονότι. 410 Δήλων: ὁράϲεων. καὶ Δῆλοι· δοτικῇ· ὁράϲειϲ, ἐνύπνια. 411 Δημαγωγεῖ: ϲτρατηγεῖ. ἄρχει τοῦ δήμου. ὃϲ ἑπτέτηϲ ὢν οὐκ ἔφυϲε φράτοραϲ· νυνὶ δὲ δημαγωγεῖ τουτέϲτιν οὐκ ἐνεγράφη εἰϲ τοὺϲ φράτοραϲ. καὶ αὖθιϲ· ἐκδημαγωγηθένταϲ εἰϲ παρρηϲίαν 412 Δημαγωγικόϲ: ϲτρατηγικόϲ. Πολύβιοϲ· Μολπαγόραϲ, ἀνὴρ λέγειν καὶ πράττειν ἱκανόϲ, κατὰ δὲ τὴν αἵρεϲιν δημαγωγικὸϲ καὶ πλεονέκτηϲ· ὃϲ μοναρχικὴν ἐξουϲίαν ἑαυτῷ περιποιηϲάμενοϲ ἀνῃρέθη παρά τινων. καὶ αὖθιϲ· ἡ δημαγωγία γὰρ οὐ πρὸϲ μουϲικοῦ ἐϲτιν ἀνδρὸϲ οὐδὲ χρηϲτοῦ τοὺϲ τρόπουϲ, ἀλλ’ εἰϲ ἀμαθῆ καὶ βδελυρόν. Ἀριϲτοφάνηϲ φηϲί. 413 Δημαγωγόϲ. ἀνδρὸϲ δημαγωγοῦ μεταπείϲαντοϲ αὐτόν. τουτἐϲτι ἐϲτι τοῦ δήμου ἄρχοντοϲ. ὁ Φλαμίνιοϲ ὀχλοκόποϲ καὶ δημαγωγὸϲ τέλειοϲ, πρὸϲ ἀληθινῶν δὲ καὶ πολεμικῶν πραγμάτων χειριϲμὸν οὐκ εὐφυήϲ. 414 Δημάδηϲ, Ἀθηναῖοϲ, ῥήτωρ, καὶ δημαγωγὸϲ πανοῦργοϲ καὶ εὐτυχήϲ· πρότερον ναύτηϲ ὤν. ἔγραψεν Ἀπολογιϲμὸν πρὸϲ Ὀλυμπιάδα τῆϲ ἑαυτοῦ δωδεκαετίαϲ, Ἱϲτορίαν περὶ Δήλου καὶ τῆϲ γενέϲεωϲ τῶν Λητοῦϲ παίδων. οὗτοϲ κατέλυϲε τὰ δικαϲτήρια καὶ τοὺϲ ῥητορικοὺϲ ἀγῶναϲ. τελευτᾶ δὲ ἐπὶ Ἀντιπάτρου.