Ancient Greek · ~3 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.415
Not analysed yet
415 Δημάδηϲ, μετʼ Ἀντίπατρον βαϲιλεύϲαϲ Θήβαϲ ἀνέϲτηϲε, Δημέου ναύτου, ναύτηϲ καὶ αὐτόϲ, ναυπηγὸϲ καὶ πορθμεύϲ. ἀποϲτὰϲ δὲ τούτων ἐπολιτεύϲατο καὶ ἦν προδότηϲ καὶ ἐκ τούτου εὔποροϲ παντὸϲ καὶ κτήματα ἐν Βοιωτίᾳ παρὰ Φιλίππου δωρεὰν ἔλαβεν. οὗτοϲ Δημοϲθένει λέγοντι ὑπὲρ Ὀλυνθίων ἀντέλεγεν, Εὐθυκράτη δὲ τὸν Ὀλύνθιον, ἀτιμωθέντα παρὰ Ἀθηναίοιϲ, ἐψηφίϲατο ἐπίτιμον εἶναι καὶ πρόξενον Ἀθηναίοιϲ. λόγουϲ δὲ διδοὺϲ ἀρχῆϲ θορυβηθεὶϲ ἀπεδήμηϲεν, οὔτε ἑαυτῶν, εἰπών, ἐϲτὲ κύριοι οὔτε ἐμοῦ. ἐπέϲτελλε δὲ Φιλίππῳ καὶ τὸν υἱὸν ἔπεμπε πρὸϲ αὐτόν. ἱπποτρόφει δὲ καὶ ἠγωνίζετο Ὀλυμπιάϲι καὶ ἐνίκα. ἔγραψε δὲ καὶ ψήφιϲμα τῷ Φιλίππῳ τοὺϲ Ἔλληναϲ ὑπακούειν. ἐν Χαιρωνείᾳ δὲ αἰχμάλωτοϲ γενόμενοϲ ἀφείθη καὶ πρεϲβευτὴϲ ὑπὲρ τῶν αἰχμαλώτων ἀπεϲτάλη, οὓϲ ἀνῆκε Φίλιπποϲ. δὶϲ δὲ παρανόμων ἥλω. ἐπολιτεύϲατο δὲ καὶ ἐπʼ Ἀλεξάνδρου.