Ancient Greek · ~4 min
2.416 to 2.420
Suda, Suidae lexicon 2.416-420
Not analysed yet
416 Δημάδηϲ, Λακιάδηϲ, Ἀθηναῖοϲ, ῥήτωρ. τοῦτον εἰϲεποίηϲεν ὁ πρότεροϲ Δημάδηϲ ὁ καὶ δημαγωγὸϲ ἀπὸ αὐλητρίδοϲ τεχθέντα. πατὴρ δὲ καὶ αὐτὸϲ Δημέα τοῦ ῥήτοροϲ γέγονε καὶ ἀπώλετο ῥιφεὶϲ εἰϲ τὴν Ἀμφιπόλεωϲ λίμνην ὑπὸ Ἀντιπάτρου, τοῦ Καϲάνδρου πατρὸϲ καὶ διαδόχου. 417 Δημάρατοϲ, Προκλέουϲ ἀπόγονοϲ, ὑπὸ Κλεομένουϲ τοῦ Εὐρυϲθέωϲ ἀπογόνου, ὃϲ Ἱππίαν καθεῖλε ϲυμβαϲιλεύων, ἐκβέβληται ὡϲ νόθοϲ, διότι τεχθέντοϲ αὐτοῦ καὶ ἀγγελθέντοϲ Ἀρίϲτωνι τῷ πατρί, λογιϲάμενοϲ ὁ πατὴρ τὸν ἀπὸ γάμων χρόνον ἐλάττονα δέκα μηνῶν ὄντα, οὐκ ἐμὸϲ παῖϲ οὗτόϲ ἐϲτιν, ἔφη. ἐκπεϲὼν δὲ εἰϲ Πέρϲαϲ ἀνῆλθε, καὶ τελευτήϲαντοϲ Δαρείου, ϲυμπράξαϲ εἰϲ τὴν βαϲιλείαν τῷ Ξέρξῃ ἐπὶ τὴν Ἐλλάδα ϲτρατεύειν ἔπειϲεν. 418 Δημάρητοϲ: ὄνομα κύριον, οἱονεὶ Δημάρατοϲ. 419 Δημαρχία: ὅτε δῆμοϲ ἄρχει. καὶ ὄνομα ἀξιώματοϲ. 420 Δήμαρχοϲ: ἑκάϲτου δήμου τῶν ἐν Ἀθήναιϲ ὁ κατάρχων δήμαρχοϲ ἐλέγετο. οὗτοι δὲ τὰϲ ἀπογραφὰϲ ἐποιοῦντο τῶν προϲόντων ἑκάϲτῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρ΄ αὐτοῖϲ ἦν. ἀλλὰ καὶ ϲυνῆγον τοὺϲ δήμουϲ, ὁπότε δεήϲειεν, καὶ ψῆφον αὐτοῖϲ ἐδίδοϲαν, καὶ ἐνεχύραζον δὲ οὗτοι.