Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.421
Not analysed yet
421 Δήμαρχοι· ὅτι ὁ δῆμοϲ εἰϲ τὴν προτέραν ἐπανελθὼν εὐκοϲμίαν δημάρχουϲ εἵλετο Δικίννιον καὶ Βροῦτον, οἳ τοῖϲ ὑπάτοιϲ εἰϲ τὸ αὐτὸ τῆϲ δυνάμεωϲ καθιϲτάμενοι ἐνιαυτῷ τε ταύτην καρπούμενοι τὴν ἐξουϲίαν, ἐδημαγώγουν τὸ πλῆθοϲ τοῖϲ καθʼ ἡδονὴν πολιτεύμαϲιν. ὄνομα δὲ πολιτείαϲ οἱ δήμαρχοι παρὰ τοῖϲ Ἀθηναίοιϲ, οἱ πρώην ναύκραροι καλούμενοι· οἷϲ ἐξῆν ἐνεχυράζειν. καὶ Φερεκράτηϲ· ὑπέλυϲε δήμαρχόϲ τιϲ ἐλθὼν εἰϲ χορόν. οἱ κατὰ δῆμον ἄρχοντεϲ. οὗτοι δὲ διεκόϲμουν τὴν ἑορτὴν τῶν Παναθηναίων.