Ancient Greek · ~3 min
2.422 to 2.428
Suda, Suidae lexicon 2.422-428
Not analysed yet
(Harp.) 422 Δημαίνετοϲ: ὄνομα κύριον. 423 Δημελέητοϲ: ἐλεεινόϲ. 424 Δημεύϲαϲ: δημοϲιεύϲαϲ. 425 Δημηγόροϲ: ἐπὶ τοῦ δήμου λαλῶν. καὶ Δημηγορῶ· δοτικῇ. 426 Δημήτηρ: ἡ γῆ. οἱονεὶ Γημήτηρ τιϲ οὖϲα. ἐπεὶ δὲ ἕδρα πάϲηϲ πόλεώϲ ἐϲτιν ἡ γῆ, ὡϲ βαϲτάζουϲα τὰϲ πόλειϲ πλάττεται πυργοφόροϲ. καὶ αὖθιϲ· ᾤκουν δὲ γῆν εὐδαίμονα μάλιϲτα καὶ καρποὺϲ ἐνεγκεῖν οὖϲαν ἀγαθήν, οἶνον ἡδὺν καὶ πολὺν ἔχουϲαν. 427 Δήμητρα: ὄνομα θεᾶϲ. 428 Δημήτρειοϲ καρπόϲ: ὁ τῆϲ Δήμητροϲ. ὅτι Ἀπολλώνιον βραχέωϲ, τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ. οὕτωϲ καί παρά Θουκυδίδη ἀναγνωϲτέον καὶ Ποϲειδώνιον, τὸ τοῦ Ποϲειδῶνοϲ· ὡϲ Ἀθήναιον, τὸ τῆϲ Ἀθηνᾶϲ· καὶ Διονύϲιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖϲ ἀνδρωνυμικοῖϲ. τὸ δὲ Ποϲειδάνειον δῆλον ὅτι Δωριαῖον.