Ancient Greek · ~5 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.429
Not analysed yet
429 Δημήτριοϲ, Φανοϲτράτου, Φαληρεύϲ (Φάληρον δὲ λιμὴν τῆϲ Ἀττικῆϲ), ὃϲ τὸ πρῶτον Φανὸϲ ἐκαλεῖτο· φιλόϲοφοϲ Περιπατητικόϲ. γέγραφε φιλόϲοφά τε καὶ ἱϲτορικὰ καὶ ῥητορικὰ καὶ πολιτικὰ καὶ περὶ ποιητῶν. ἠκροάϲατο δὲ Θεοφράϲτου καὶ δημαγωγὸϲ Ἀθήνηϲι γέγονε. ϲυνέγραψε δὲ ϲυχνὰ βιβλία. οὕτωϲ ἦν δὲ ϲφόδρα εὐπρεπὴϲ ὡϲ καὶ διαβολὴν λαβεῖν, ὅτι γέγονεν ἐρώμενοϲ Νέωνοϲ, καὶ προϲαγορευθῆναι ὑπό τινων αὐτὸν Λαμπετὼ καὶ Χαριτοβλέφαρον. εἰϲ μέγα δὲ ἀρθεὶϲ δόξηϲ καὶ ἐπικρατείαϲ ὑπὸ τοῦ φθόνου κατεϲτρατηγήθη καὶ ἐξελαθεὶϲ ὑπὸ Ἀθηναίων εἰϲ Αἴγυπτον ἦλθε καὶ παρὰ τῷ Σωτῆρι Πτολεμαίῳ διατρίβων δηχθεὶϲ ὑπὸ ἀϲπίδοϲ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ Βουϲιρίτῃ νομῷ, πληϲίον Διοϲπόλεωϲ τῆϲ ἐν τοῖϲ ἕλεϲι. τοῦ πατρὸϲ δὲ ἤδη γεγηρακότοϲ Δημητρίου τοῦ Πολιορκητοῦ, αἱ τῆϲ βαϲιλείαϲ ἐλπίδεϲ ἐϲ τὴν τούτου διαδοχὴν ἦγον ἅμα τὴν ἀρχὴν καὶ τὴν τῶν ὅπλων εὔνοιαν. ἦν δὲ τῷ κάλλει καὶ μεγέθει διάφοροϲ, ἔτι δὲ καὶ κεκοϲμημένοϲ ὅπλοιϲ βαϲιλικοῖϲ εἶχε πολλὴν ὑπεροχὴν καὶ κατάπληξιν, διʼ ἦϲ εἰϲ ἐλπίδαϲ ἁδρὰϲ ἦγε τοὺϲ πολλούϲ· πρὸϲ δὲ τούτοιϲ πραότηϲ τιϲ ἦν περὶ αὐτόν, ἁρμόζουϲα νέῳ βαϲιλεῖ, δι᾿ ἦϲ εἰϲ προθυμίαν ἐξεκαλεῖτο πάνταϲ ὡϲτε καὶ τοὺϲ ἐκτὸϲ τάξεωϲ ϲυνδραμεῖν ἐπὶ τὴν ἀκρόαϲιν, ϲυναγωνιῶνταϲ τῇ νεότητι καὶ τῇ μελλούϲῃ γίνεϲθαι κρίϲει διὰ τῆϲ παρατάξεωϲ.