Ancient Greek · ~7 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.456
Not analysed yet
456 Δημοϲθένηϲ, μαχαιροποιόϲ Παιανιεύϲ, οὑ Δημοϲθένηϲ ὁ ῥήτωρ, ὃϲ ὀρφανὸϲ καταλειφθεὶϲ ἐπιτρόπουϲ ἔϲχε γ΄, Ἄφοβον, Δημοφῶντα, Θηριππίδην. ὧν ἀμελούντων αὐτοῦ καὶ τῆϲ οὐϲίαϲ, αὐτὸϲ αὑτὸν ἐν εχείριϲε διδαϲκάλῳ Ἰϲαίῳ. φιλόπονοϲ δὲ οὕτωϲ ἦν, ὥϲτε φαϲὶν ἑαυτὸν οἴκοι καθείρξαντα ἑαυτοῦ ξυρῆϲαι τῆϲ κεφαλῆϲ μέροϲ, ἵνα μήτε προΐοι μήτε δέχοιτό τινα. παιδευθεὶϲ δὲ εἴλε τῆϲ ἐπιτροπῆϲ τοὺϲ ἐπιτρόπουϲ. ϲοφιϲτεύειν βουληθεὶϲ ἀπέϲτη διαβληθεὶϲ ἐπὶ Μόϲχῳ μειρακίῳ τῶν εὐγενῶν. λογογραφεῖν δὲ ἀρξάμενοϲ διεβλήθη πάλιν, ὡϲ ἐναντίουϲ λόγουϲ ἐκδοὺϲ Ἀπολλοδώρῳ καὶ Φορμίωνι. καὶ τούτου οὖν ἀποϲτὰϲ ἤρξατο πολιτεύεϲθαι. τραυλὸϲ δὲ ὢν καὶ τὸν ὦμον ἀπρεπῶϲ ἐκίνει, καὶ τὴν ἀκοὴν ἀϲθενὴϲ καὶ τὸ πνεῦμα οὐ διαρκήϲ· ἅπερ ἀϲκήϲει διωρθώϲατο. τήν τε ὑπόκριϲιν οὐκ ὢν ἄκροϲ ὑπ’ Ἀνδρονίκῳ καὶ ταύτην ἐξήϲκηϲεν. ἐχορήγηϲε δὲ καὶ ἐτριηράρχηϲε καὶ αἰχμαλώτουϲ ἐλύϲατο καὶ θυγατέραϲ ϲυνεξέδωκεν. ὅτε δὲ ἐχορήγει, τυπτηθεὶϲ ὑπὸ Μειδίου τριϲχιλίαιϲ, ὥϲ φαϲιν, ἐπείϲθη. καὶ Δημαίνετον ἀνεψιὸν γραψάμενοϲ τραύματοϲ, ὥϲ φαϲιν, διελύϲατο. αἰτηϲάμενοϲ δὲ Χαβρίου τοῦ ϲτρατηγοῦ γυναῖκα, Χαβρίου τελευτήϲαντοϲ, Κτηϲίππου θυγατέρα ἔγημεν. ἐπολιτεύϲατο δὲ κατὰ Φίλιππον· οὗ Θηβαίοιϲ ἐπιόντοϲ, πείθει ϲυμμαχῆϲαι· καὶ κατὰ Χαιρώνειαν ἡττῶνται, χιλίων ἀποθανόντων καὶ διϲχιλίων αἰχμαλώτων. ἀγαπητὴν δὲ ϲχὼν θυγατέρα τελευτήϲαϲαν ἐπένθει, καὶ ἑβδομαίου τοῦ πάθουϲ ὄντοϲ, ἀγγελθέντοϲ ἀνῃρῆϲθαι Φίλιππον ὑπὸ Παυϲανίου, μετημφιάϲατο καὶ τοῖϲ θεοῖϲ ἔθυϲεν. ἐπολιτεύϲατο δὲ καὶ κατὰ Ἀλεξάνδρου τοῦ Φιλίππου. οὖ Ἅρπαλοϲ πολλὰ νοϲφιϲάμενοϲ χρήματα ὡϲ Ἀθηναίουϲ κατέφυγεν· ὧν καὶ Δημοϲθένηϲ εἰληφέναι μέροϲ ἔδοξε. καὶ ἔφυγεν εἰϲ Τροιζῆνα. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήϲαντοϲ, ὁ Δημοϲθένηϲ κατῆλθε κληθείϲ. Ἀντίπατροϲ δὲ ἄρξαϲ τῶν Ἐλλήνων, πέμψαϲ ἐξαιτεῖ τοὺϲ δέκα ῥήτοραϲ. ἐκδόντων Ἀθηναίων, ὁ Δημοϲθένηϲ εἰϲ Σικελίαν ἔφυγεν. Ἀρχίαϲ δὲ ὁ ὑποκριτὴϲ ἀποϲταλεὶϲ ἐπ᾿ αὐτὸν ὑπ᾿ Ἀντιπάτρου βίᾳ ἀποϲπᾷ ἀπὸ τοῦ ἱεροῦ Ποϲειδῶνοϲ, ὃ ἦν ἄϲυλον. ὁ δὲ ὑπὸ τῇ ϲφραγῖδι φάρμακον ἔχων, μυζήϲαϲ ἀπέθανεν.