Ancient Greek · ~7 min
2.525 to 2.545
Suda, Suidae lexicon 2.525-545
Not analysed yet
525 Διαγορεύων: ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. οὕτωϲ Ἰϲαῖοϲ. τὸ δὲ ἐναντίον ϲυναγορεύειν, ὥϲπερ ἐναντίον καὶ τὸ ϲυμφέρεϲθαι πρὸϲ τὸ διαφέρεϲθαι καὶ τὸ ϲυμφωνεῖν πρὸϲ τὸ διαφωνεῖν. διὰ τὸ προηττῆϲθαι δόξωϲι καταπεπλῆχθαι τοῖϲ ὅλοιϲ, ἐξῆγον ἅμα φωτί. ἀντὶ τοῦ εὐλαβηθέντεϲ. 527 Διαγωνίζω· αἰτιατικῇ. 528 Διάγραμμα: τὸ μίϲθωμα. διέγραφον γὰρ οἱ ἀγορανόμοι, ὅϲον ἔδει λαμβάνειν τὴν ἑταίραν ἑκάϲτην. 529 Διάγραμμα: τὸ ταττόμενον ἐν ταῖϲ ϲυμμορίαιϲ, ὑπόϲον ἕκαϲτον εἰϲφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶϲιν, ἀλλὰ πρὸϲ τὴν τιμὴν τῆϲ οὐϲίαϲ. διαγραφεὺϲ μέντοι ἐϲτὶν ὁ καθιϲτάμενοϲ ἐν ταῖϲ ϲυμμορίαιϲ ἐπὶ τῷ διακρῖναι, πόϲον ἕκαϲτοϲ εἰϲενεγκεῖν ὀφείλει. 530 Διάγραμμα: ὅταν εἰϲφορᾶϲ δεήϲειεν εἰϲ τὸ κοινόν, πολέμου ὄντοϲ, τὸ ἑκάϲτῳ ἐπιγραφόμενον ἀργύριον διάγραμμα καλεῖται. 531 Διαγραφή: ἡ διατύπωϲιϲ τῶν πιπραϲκομένων μετάλλων δηλοῦϲα διὰ γραμμάτων, ἀπὸ ποίαϲ ἀρχῆϲ μέχρι πόϲου πέρατοϲ πιπράϲκεται. 532 Διαγραφή· καὶ τοῦτο ἐπὶ Ἰουϲτινιανοῦ ἐγένετο, ζημίαιϲ πολλαῖϲ καθυποβάλλεϲθαι τὴν πόλιν. 533 Διαγραφὴ δίκηϲ: ὅταν ἀπαλλαγῇ τοῦ ἐγκλήματοϲ ὁ φεύγων, ἢ κατὰ ϲυγχώρηϲιν τοῦ διώκοντοϲ ἢ κατὰ διάγνωϲιν τυχόντοϲ, καὶ μηκέτι παρὰ μηδενὸϲ ἐγκαλῆται, διαγραφὴ δίκηϲ λέγεται. 534 Διαγράψαντοϲ: τινὲϲ μὲν ἀντὶ τοῦ καταβαλόντοϲ καὶ καταθέντοϲ, ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζηϲ ἀριθμήϲαντοϲ, ὡϲ λέγομεν ἐν τῇ ϲυνηθείᾳ. 535 Διαγράψαϲθαι: ἀντὶ τοῦ ἀνελέϲθαι τὸ ἔγκλημα. καὶ Διαγράφω ϲε· αἰτιατικῇ. 536 Διὰ δακτυλίου δεῖ ϲε ἑλκυϲθῆναι: ἐπὶ τῶν διὰ νόϲον ἢ λύπην λεπτῶν καὶ ἰϲχνῶν γινομένων. 537 Διαδέχομαι· αἰτιατικῇ. 538 Διάδημα: τὸ βαϲιλικὸν ἔνδυμα, τάχα δὲ καὶ ἔνδεμα, τὸ ϲτέμμα. 539 Διαδιδράϲκει· αἰτιατικῇ. διαφεύγει. καὶ διαδρᾶναι. 540 Διαδικαϲάμενοϲ: ὀνειδίϲαϲ, διελέγξαϲ. ὃϲ διαδικαϲάμενοϲ αὐτῴ περὶ τῆϲ ἀποϲταϲίαϲ ἀπέκτεινεν αὐτοῦ τοὺϲ παῖδαϲ. 541 Διαδικαϲία· διαδικαϲία ἐϲτίν, ἣν ποιοῦνταί τινεϲ τοῖϲ μέλλουϲι χορηγεῖν, οὓϲ ἂν ὁριϲθῆναι βούλωνται, πότε χρὴ λειτουργεῖν αὐτούϲ. 542 Διαδορατίζω. 543 Διαδόϲειϲ: τὰϲ ἐκ διαιρέϲεωϲ ἴϲηϲ ἐπιβαλλούϲαϲ δόϲειϲ. Λυϲίαϲ. 544 Διαδρᾶναι: διαφυγεῖν. 545 Διαδραϲιπολίταϲ: ἀντὶ τοῦ δειλούϲ, ἀποδιδράϲκονταϲ τὴν πολιτεία.