Ancient Greek · ~3 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.565
Not analysed yet
565 Διαθήκην διαθώμεθα, ἢν διέθετο πίθηκοϲ τῇ γυναικί· ἀντὶ τοῦ ϲυνθήκην. αἰϲχρὸϲ γάρ τιϲ τὴν ὄψιν ϲυνεχῶϲ τῇ γυναικὶ διαπληκτιζόμενοϲ διέθετο ἐπὶ φίλων, μήτε τύπτειν μήτε τύπτεϲθαι μήτε δάκνειν, ὡϲ αὐτὸν φιλοῦντα, μήτε δάκνεϲθαι. οἷον, ϲὺ μὲν οὐχ ἑλκύϲειϲ τῶν ὀρχιπέδων, οὐδὲ ἐγὼ τῶν τριχῶν. ἔοικε δὲ τὸν Παναίτιον κωμῳδεῖν· ὡϲ καὶ ἐν Νήϲοιϲ· καταλιπὼν ἀναίτιον πίθηκον. ἔνθα καὶ μαγείρου πατρὸϲ εἶναι λέγει αὐτόν. πίθηκον μὲν διὰ τὸ πανοῦργον, μαχαιροποιὸν δὲ τὸν μαχαίραιϲ ἐργαζόμενον, ὡϲ μάγειρον. αὐτόθεν οὖν φηϲιν αὐτὸν μαχαιροποιόν. ὁ γὰρ Παναίτιοϲ μάγειροϲ μικροφυὴϲ ἦν. διαβάλλει δὲ αὐτὸν Ἀριϲτοφάνηϲ ὡϲ καταλαβόντα τὴν γυναῖκα αὐτοῦ μοιχευομένην· ἐδυναϲτεύετο γὰρ ὑπʼ αὐτῆϲ μεγάληϲ οὔϲηϲ.