Ancient Greek · ~2 min
2.566 to 2.571
Suda, Suidae lexicon 2.566-571
Not analysed yet
566 Διαθλίβειν· ζήτει ἐν τῷ βλιμάζειν. 567 Διαθλοῦντεϲ: πονοῦντεϲ. καὶ Διαθλῶ· αἰτιατικῇ. 568 Διάθρυπτε. 569 Διαθρύπτεται: χαυνοῦται, διαλύεται. 570 Διακαυνίϲαϲθαι: διακληρώϲαϲθαι. 571 Διακεκαυμένον: πῦρ ἐν ἑαυτῷ ἔχον. Ἀριϲτοφάνηϲ· δόϲ μοι ϲπυρίδιον διακεκαυμένον λύχνῳ. τί δ᾿, ὦ τάλαϲ, τοῦδ᾿ ἔχῃ πλέκουϲ χρέοϲ: χρέοϲ μὲν οὐδέν, βούλομαι δ᾿ ὅμωϲ λαβεῖν. οἱ γὰρ πρεϲβύτεροι διὰ τὸ μόλιϲ βαδίζειν ἐν ϲπυρίδι ἔκρυπτον τὸν λύχνον, ὥϲτε ϲψζειν τὸ πῦρ.