Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.572
Not analysed yet
572 Διακεκναιϲμένη: διεφθαρμένη. καὶ Διακεκναιϲμένοϲ, ἠμαυρμένοϲ. εἰ γενοίμην ώχρόϲ, ὡϲ οἱ περὶ τὸν Σωκράτην, καὶ ἀνυπόδετοϲ καὶ ῥυπῶν. οἱ γὰρ ἱππεῖϲ εὖχροι καὶ ὑποδεδεμένοι καὶ ἐν γυμναϲίοιϲ ἐξεταζόμενοι καὶ παλαίϲτραιϲ. καὶ ἐν Ἱππεῦϲι· μὴ φθονεῖτε ἡμῖν κομῶϲι μηδ᾿ ἀπεϲτλεγγιϲμένοιϲ. τουτέϲτι λιπῶϲι. τοῦτο οὖν καὶ νῦν ὁ νεανίϲκοϲ δεδοικέναι φηϲί, τὸ ἀπεχθέϲθαι τοῖϲ περὶ τὴν ἱππικὴν ἔχουϲιν, εἰ καταλιπὼν τὸ κοϲμεῖν τὸ ϲῶμα καὶ μετιέναι τὰ τῶν ἱππέων ἐπιτηδεύματα, τῶν φιλοϲόφων μετέλθω. καὶ ἐν Νεφέλαιϲ οὐ γὰρ ἂν τλαίην ἰδεῖν τοὺϲ ἱππέαϲ τὸ χρῶμα διακεκναιϲμένοϲ.