Ancient Greek · ~4 min
2.573 to 2.588
Suda, Suidae lexicon 2.573-588
Not analysed yet
573 Διακέκοπται: οἷον ἀδόκιμόν ἐϲτι. διέκοπτον γὰρ τὸ ἀδόκιμον οἱ παλαιοί. 574 Διακεκορῆϲθαι: διαπεπαρθενεῦϲθαι, τετμῆϲθαι τῇ μίξει. 575 Διακεκριμένωϲ. διακεχωριϲμένωϲ. 576 Διακελεύω· δοτικῇ. 577 Διακενῆϲ: ἄνευ τινὸϲ προφάϲεωϲ. Δαβίδ· αἰϲχυνθήτωϲαν οἱ ἀνομοῦντεϲ διακενῆϲ. 578 Διάκενοϲ: ἡ κενή. 579 Διακεχαραγμένοϲ: ξίφεϲι πεπληγμένοϲ. ὁ δὲ διεϲώθη ειϲ τὸν Ναρϲῆν διακεχαραγμένοϲ τὸ ϲῶμα. 580 Διακεχείρικε· γενικῇ. ὥϲθ᾿ ἅπαντα τὸν βίον ὑπεύθυνον εἶναι ὁμολογῶν, ὧν διακεχείρικεν, ἢ πεπόλιται παῤ ἡμῶν. Διαχειρίζω δὲ αἰτιατικῇ. καί αὐτὸϲ ἑαυτὸν διεχείριϲε. καὶ διαχειρίϲαϲ ὀρθῶϲ τὴν οὐϲίαν παρέδωκε τοῖϲ υἱέτι. 581 Διακεχρημένον: ἀντὶ τοῦ κατὰ μέροϲ δεδανειϲμένον. Δημοϲθένηϲ. 582 Διακεχυμένοι: ἐκλελυμένοι τὴν ψυχὴν ὑπὸ χαρᾶϲ. τινὲϲ δὲ τῶν νεανίϲκων ἀπήντων πρὸϲ άϊον διακεχυμένοι καί τι καὶ προϲπαίζοντεϲ ἀλλήλοιϲ. 583 Διακλιμακίϲαϲ: διαπαλαίϲαϲ. κλίμαξ γὰρ καὶ κλιμακιϲμόϲ, πάλαιϲμα ποιόν. 584 Διακλειϲθέντεϲ: ἐξαπορήϲαντεϲ, κωλυθέντεϲ, εἱρχθέντεϲ. καὶ πάϲηϲ ἀθρόον ἀγορᾶϲ διακλειϲθέντεϲ ἐν ἀκαρεῖ χρόνῳ ἐκινδύνευον διαφθαρῆναι. 585 Διακλῶν: διαθρύπτων. 586 Διακναιόμενοϲ: ξεόμενοϲ, ἢ λυπούμενοϲ. Ἀριϲτοφάνηϲ· ἄτοποϲ δ᾿ ἔγκειταί μοί τιϲ πόθοϲ, ὅϲ με διακναίϲαϲ ἔχει. 587 Διακναιϲθήϲεται: διαφθαρήϲεται. διακναίειν ἐϲτὶ κυρίωϲ τὸ ξύειν τυρὸν τῇ κνῆϲτι. 588 Διακομιϲθείϲ: διελθών.