Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.589
Not analysed yet
589 Διακόνιον: οἱ μὲν τὴν τοῦ πλακοῦντοϲ κρηπῖδα, Μενεκλῆϲ δὲ ἐν τῷ Γλωϲϲοκόμῳ ταῦτα εἴρηκε περὶ αὐτοῦ· Ἀθηναῖοι τῷ Ἀπόλλωνι τὴν καλουμένην εἰρεϲιώνην ὅταν ποιῶϲι, πλήττοντεϲ λύραν τε καὶ κοτύλην καὶ κλῆμα καὶ ἄλλ᾿ ἄττα κυκλοτερῆ πέμματα ταῦτα καλοῦϲι διακόνιον. λέγεται δ᾿ ἐπί τινοϲ ἐγκρατοῦϲ. ὁμοίωϲ δὲ καὶ Ἀμερίαϲ διακόνια τὰ κατὰ τὴν εἰρεϲιώνην τῷ Ἀπόλλωνι πλαϲϲόμενα πέμματα. τινὲϲ δὲ λέγουϲι ζωμὸν ποιόν, τινὲϲ δὲ μᾶζαν.