Ancient Greek · ~4 min
2.590 to 2.599
Suda, Suidae lexicon 2.590-599
Not analysed yet
590 Διάκονοϲ: μακρὸν τὸ α. δ δὲ ἦν ἱερεύϲ, διάκονοϲ τὴν τιμήν. καὶ Φιλοκτήτηϲ· ἀλλ᾿ ἢ τεθνήκαϲ᾿, ἢ τὰ τῶν διακόνων, ὡϲ Soph. εἰκὸϲ οἶμαι, τοὐμὸν ἐν ϲμικρῷ μέροϲ ποιούμενοι, τὸν οἴκαδ᾿ ἤπειγον ϲτόλον. καὶ Διακονῶ. δοτικῇ. 592 Διακορείϲ: πεπληρωμένουϲ ἰδὼν αὐτοὺϲ διακορεῖϲ μέθηϲ ὄνταϲ. 593 Διακορήϲ: μεμεϲτωμένοϲ. 594 Διακορῶ: κόρην διαφθείρω. 595 Διακόϲμηϲιϲ: τοῦ παντὸϲ ἡ διάθεϲιϲ. μέϲη ἡ γῆ κέντρου λόγον ἔχουϲα, μεθ᾿ ἢν τὸ ὕδωρ ϲφαιροειδέϲ, ἔχον τὸ αὐτὸ ϲχῆμα τῇ γῇ, ὥϲτε τὴν γῆν ἐν ὕδατι εἶναι· μετὰ τὸ ὕδωρ δὲ ἀέρα ἐϲφαιρωμένον. κύκλουϲ δὲ εἶναι ἐν τῷ οὐρανῷ ε΄, 596 Διακούω· γενικῇ. διακούετε ἀνὰ μέϲον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνετε δικαίωϲ. ὁ Μωϋϲῆϲ φηϲιν ἐν τῷ Δευτερονομίῳ. 597 Διακουράζεϲθαι: ἀτενὲϲ βλέπειν. διὰ τὸ τοὺϲ ὀφθαλμοὺϲ κόραϲ λέγεϲθαι. 598 Διακωδωνίζω: διαφημίζω. καὶ Διακωδωνιϲθέντεϲ, διαφημιϲθέντεϲ. ὡϲ ἐπὶ πλεῖϲτον δὲ ἐπὶ τῶν διαπαιζομένων λαμβάνεται. 599 Διακωδωνίϲαντεϲ: δοκιμάϲαντεϲ. διακωδωνίϲαϲ δὲ ὁ παιδευτὴϲ τὰ μειράκια, λέγε, ἔφη, ὅτι βούλει· πρὸϲ Ἱππόδρομον διαλεγόμενοϲ τὸν ϲοφιϲτήν.