Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.600
Not analysed yet
600 Διακωδωνίϲω: οἷον δοκιμάϲω· Ἀριϲτοφάνηϲ. διότι τινὰ τῶν ὀρνέων δοκιμάζεται τῷ τοῦ κώδωνοϲ ψόφῳ. καὶ τοὺϲ ἵππουϲ οὕτωϲ ἐδοκίμαζον κώδωϲιν, εἰ ψοφοδεεῖϲ εἶεν. ἢ ἀπὸ τῶν ὀρτύγων· οἱ γὰρ ὑπομένοντεϲ τὸν ἦχον τοῦ κώδωνοϲ ἐπιτηδείωϲ ἔχουϲι πρὸϲ μάχην. τινὲϲ δὲ ἀπὸ τῶν ἀγγείων τῶν ϲαθρῶν, ἐπεὶ οὕτωϲ δοκιμάζουϲι διακρούοντεϲ τινὲϲ δὲ ἀπὸ τῶν φυλάκων. βέλτιον δὲ τὸ ἐπὶ τῶν ἵππων καὶ τῶν ἀγγείων. τὰ δ᾿ ἄλλα ἐϲχεδίαϲται. τὸ δὲ τοὺϲ φύλακαϲ ἐγρηγορέναι κώδωϲι διεϲήμαινον, ὅπωϲ ἀντιφθέγγωνται. καὶ Ἰάμβλιχοϲ· ἐπειδὴ διακωδωνίζων ἕκαϲτον τῶν ποιμένων οὐχ οἷόϲ τε ἢν ἀκοῦϲαι καὶ μαθεῖν, οἵτινεϲ ἧϲαν οἱ παῖδεϲ.