Ancient Greek
746.2 to 746.6
Synesius Phil., Epistulae 746.2-6
Unproofread scanNot analysed yet
κς᾽. Τρωίλῳ. Ἄλλ᾽ εἰ μήτε Κυρηναῖοι μήτε πόλεις ἀστυγειτόνων ἀποτίσονται σοι χάριν ἀξίαν ἀνθ᾽ ὧν ὁ θαυμασίως Ἄναστάσιος αὐταῖς γράφει, πάντων γε ἡ τοῦ θεοῦ σοι προσἔσται χάρις, ᾧ σαυτὸν οἰκείως τῇ κοινωνίᾳ τῆς εὐεργετικῆς προαιρέσεως. εὐδαιμονοῦντες, ἄριστε φιλοσόφων· οὐτω γὰρ ἐμοὶ σε φίλον καλεῖν, ὥσπερ ὑπαγορεύει τὰ πράγματα. κζ᾽. Κωνστάντι. Εἰ δὲ φιλοσοφίας τιμῆς ἀρετὴν, οὐ μόνον ἐν παρούσι τοῖς μετασχοῦσιν αὐτῆς, ἀλλὰ καὶ ἐν ἀπούσι τιμᾷσεις. ὁ δὲ θεσπέσιος Ἄμυντιανὸς ὁ παρ᾽ ἡμῖν ποτὲ τυχὼν ἀμείνωνος λήξεως, ἐμοὶ δοκεῖ, πᾶρεστι καὶ ἀπεῖναι δοκῶν. τοῦτου συγγενὴ σφόδρα αὐτανέμων ὁ παρ᾽ ἡμῖν Σωτήριχος ἀδικεῖ. δεῖξον οὖν ὅτι κἂθὴ Διονυσίου, καὶ πέπαυται Σωτήριχος ἀδικῶν. κη᾽. Σιμπλικίῳ. Ἀφιέναι φησὶ δεῖν ὁ θεὸς τὰ ὀφειλήματα. ὀφείλει δὲ ὁ μὲν τις δάνεισμα χρυσίου, ὁ δὲ τὸ δοῦναι δίκην. ὁ τοῦ λαβεῖν οὖν δίκην ὑπεριδὼν ὑπῆκουσε τοῦ θεοῦ.