Ancient Greek
746.8
Synesius Phil., Epistulae 746.8
Unproofread scanNot analysed yet
κθ᾽. Πενταδίῳ αὐγουσταλίῳ. Τοῦ παρ᾽ ἡμῶν ὄγλου καὶ τῶν πραγμάτων αὐτὸς σὺ σαυτὸν αἰτιῶ· φιλοτιμηθεὶς γὰρ πᾶσι γενέσθαι καταφανὴς ὅτι με διὰ πάσης ἄγεις τιμῆς, ἀπασὶ τοῖς καταπονουμένοις ἐπ᾽ ἐμὲ τὸν δρόμον ἀνέψαξας. οἷσθ᾽ οὖν ὅπως ποιήσεις, εἰ δὲ ποτὲ πεπαύσθαι κάμὲ κοπτόμενον ὑπὸ πολλῶν καὶ σὲ περὶ πολλῶν ὑπ᾽ ἐμοῦ; εἰ καὶ πᾶνυ δεῖται μετριῶν καὶ φιλανθρώπων ὑπὲρ οὗ γράφω, καὶ τυχεῖν ἐστιν ἀξιώτατος, ὡς ἄπαντες ἴσασι, ἀποτυγχανέτω σου μηδὲν ἤττον ἢ εἰ παμπόνηρός τε ἦν καὶ παμπονήρων ἐδεῖτο πραγμάτων. τότε οὖν καὶ ὅταν ἀρξίωμαι παρὰ σὲ δήθεν αἰτιασόμενος, πρόσταττε τοῖς ὑπηρέταις ἐπιζυγῶσαι μοι κατὰ τοῦ (177) προσώπου τὰς θύρας. ἂν τοῦτο γενομένου οἱ μὲν ἰδῶσιν, οἱ δὲ τῶν ἰδόντων ἀκούσωσι, τοῦντεῦθεν ἐγὼ τε καὶ σὺ βαθεῖαν εἰρήνην ἀξομεν, ὡς οὐδεὶς ἐκτοῦ λαοῦ προσδραμεῖσθαι μοι καὶ προσανακλαύσεταί. εἰ δὲ ἀποδειλάσεις καὶ οὐκ ἐθελήσεις ταῦτά σοι τοὺς ἀνθρώπους συγγινώσκει, ἀνέχου πολλάκις τῆς ἡμέρας