Ancient Greek
754.1
Synesius Phil., Epistulae 754.1
Unproofread scanNot analysed yet
Ἀρίθμει καὶ Πέτρον ὀργὴν Πενταπόλεως ἀνθρώπων οὐ τέχνην μετιόντα τὸ λύειν τοὺς νόμους. καίτοι καὶ τὸν οὕτω μετιόντα μισῶ, καὶ ὁ θεὸς σύνοιδε καὶ ὁ Διοσκορίδης. ἀλλ’ αὐτὸς ἐστι νεανικώτερος ἐκείνου τᾶνδρός· ὅτου γὰρ ἐπιθυμήσει χρήματος, πρῶτον ἀρπάσας καὶ ὑφ’ ἑαυτὸν ποιησάμενος, ἔπειτα πράττει τὴν δίκην κἂν ἀλῷ τῇ ψυχῷ, κρατεῖ τῇ χειρί. οὕτως ἐποίησε. πρῶτον ἥρπασε κεράμιον. ἐγράψατό τις αὐτόν. ὁ μὲν ἤλεγξεν, ὁ δὲ οὐκ ἀπέδωκεν, ἀλλὰ καὶ προσἠπείλησε τοῖς δημίοις πληγὰς. (187) πρὸς ὃ νεμεσῆσας ἐγὼ καὶ νομίσας οὐκ εἶναι βιώσιμον ὅπου τινὲς ἰδιώται χείρας ἔχουσι μείζους τῶν νόμων, παρεσκέυασα λαμπροτάτους ἀνδρᾶς εἰς τὰς ἀποφάσει βοηθῆσαι τῇ καταστάσει τῆς πολιτείας· εἰ γὰρ προεχώρησεν αὐτῷ, πολλοὺς ἂν ἐντὸς ὀλίγου Πέτροὺς ἐθεασάμεθα. ἐν ᾧ χάριν ἔχω τῷ θαυμαστῷ Μαρτυρίῳ, καὶ συνηγανακτηκότι μάλιστα καὶ προθυμότατα πάντων ὑπηρετήσαντι. ἀνθ’ ὧν ἀγαθὸν αὐτῷ τι γένοιτο παρὰ τοῦ θεοῦ. παρὰ δὲ Ἀνθεμίου καλῶς ἂν ἔχοι τὸ μὴ κακὸν τι λαβεῖν, εἰ Πέτρος αὐτόν, ὥσπερ ἠπείλησεν, ἀπαιτήσειεν. ἀλλ’ ἵνα μὴ γένηται τοῦτο, δέομαί σου τε αὐτοῦ καὶ διὰ σοῦ τοῦ θαυμασίου ἀνδρὸς καὶ φιλοσόφου Γρωίλου, κωλύσαστε τὸν ἀλιτρήσιον ἄνθρωπον τὴν διὰ τῶν νόμων ἐπὶ τοὺς νόμους ἐλθεῖν. ἐμοὶ καὶ Πενταπόλεως μέλει καὶ τοῦ μὴ γεγονέναι φίλῳ συμφορὰς αἴτιον· τὸ δὲ πῶς ἂν συκοφάντης ἀνακοπεῖ, οὐκ ἐμὸν εὑρεῖν, ἀλλὰ σόν, ᾧ πρὸς τὰ καλὰ πάντων σὺ ποριμώτατε.