Ancient Greek
754.2
Synesius Phil., Epistulae 754.2
Unproofread scanNot analysed yet
Καλῶς ποιεῖς εἰς τὴν ἔχουσαν τὸν βασιλέα πόλιν ἐπανελθόν· εἰ γὰρ κἂν τοῖς Ἰσαύρων ὄρεσιν ἡ ἀγαθὴ σοι τύχη συνῆν, ἀλλ’ ἐστιν εὐτυχία παρὰ τὸν τόπον ἀτυχεστέρα. ἐμοὶ δὲ τι καὶ ἰδία διαφέρει τὸ παρ’ αὐτὰ σε πράττειν εἰ τὰ βασιλεια, οὐ διατρίβων καὶ λήψη καὶ πέμψεις ἐπιστολὰς, τὸ τιμαλφέστατον ἐμοὶ τῶν ἀπὸ Θράκης ἀγωγίμων.