Ancient Greek
756.1
Synesius Phil., Epistulae 756.1
Unproofread scanNot analysed yet
νβ´ Τῷ αὐτῷ. "Ηκειν τις Ἀθηνῆθεν λέγεται κρηπιδωπόλης ἀν-θρωπος, παρ' ὃ μοι δοκεῖς καὶ πέφυσιν ἐωνηθαι τὰς ἀνατρήτους ἐμβάδας. νῦν δὲ φασιν αὐτὸν ἐπὶ μεῖ-ζον ἐμπορεύεσθαι, κομίζοντα στολὰς ἀττικουργεῖς, σοὶ τε θερίστρια πρέποντα καὶ ἡμῖν ἀναβολὰς εἰς τὴν ὥρην τοῦ ἔτους. πρὶν ἂν οὖν ἀπάσας φθάσῃσιν ἀπο-δόμενος ἢ τὰς τῆς καλλίονος ἐργασίας (οἱ γὰρ προεν-τυγχάνοντες οὐχ ὑπὲρ τῶν κατόπιν ἀλλ' ὑπὲρ ἑαυτῶν δήπουθεν ἀξιοῦσι βουλεύεσθαι), εἰσκάλει τὸν ξένον d καὶ πρίω μοι τρεῖς ἢ τέτταρας τῶν ἀναβολῶν. πάντως δ' τι ἂν ὑπὲρ τῆς τιμῆς κατάθῃ, παρ' ἐμοὶ σοι πολλὰ-πλάσιον κείσεται.