Ancient Greek
756.3
Synesius Phil., Epistulae 756.3
Unproofread scanNot analysed yet
νγ´ Τῷ αὐτῷ. Μῆχος ἐπιστολῆς ἀνοικειότητα κατηγορεῖ τοῦ δια-κομίζοντος. ἀλλ' ὁ θαυμαστὸς Ἀκάκιος οἶδε μὲν δτα χάγώ, ἐρεῖ δὲ καὶ δὺν οἶδε πλεῖονα τῷ τε σὺς ἐρα-στής εἶναι καὶ τὴν γλῶτταν ἔχειν (190) νικῶσαν τὰ ἀ πράγματα, ὥστε τὴν ἐπιστολὴν τῷ νόμῳ τοῦ προσει-πεῖν σε πλεόν ἢ τῇ χρείᾳ χαρίζομαι. τὸ δὲ ἀπαγγεῖ-λαί σοι περὶ τοῦ υἱοῦ Διοσκορίου τοῦτο μὲν ὡς ὑγιαῖ-νει τοῦτο δ' ὡς ἀναγιγνώσκει καὶ πρόκειται τοῖς βι-βλίοις, τοῦτο τῆς ἐπιστολῆς αὐτῆς ὑπαρχέτω τιμή. ἡμεῖς δὲ αὐτῷ συμμορίαν ἀδελφῶν παρεσχόμεθα προσθέντες Ἠσυχίω ζεύγος ἀδελφῶν ἀρρένων, οὓς εὐτυχεῖς ποιήσῃσεν ὁ θεὸς αὐτοῖς τε καὶ ἀδελφοῖς καὶ γονέων οἴκῳ καὶ τῷ λοιπῷ γένει καὶ ταῖς πατρίοις πόλεσιν. b