Ancient Greek
756.5
Synesius Phil., Epistulae 756.5
Unproofread scanNot analysed yet
νδ´ Τῷ αὐτῷ. Συχνοὶ παρ' ἡμῖν καὶ ἰδιῶται καὶ ἱερεῖς, πλαττό-μενοι τινὰς ὄνειρους οὓς αὐτοὶ καλοῦσιν ἀποκαλύψεις, ἐοίκασιν ὑπαρ μοι δώσεν κακόν, ἂν μὴ τάχιστα τὰς ἱερὰς Ἀθῆνας καταλαβεῖν μοι γένηται. ὁσάκις ἂν οὖν ἐντυχῇν σοι γένηται ναυκληρῷ Πειραιϊκῷ, γράφε πρὸς ἡμᾶς· ἐκεῖ γὰρ ἐντεῦξόμεθα ταῖς ἐπιστολαῖς. δνῆσο-μαι δὲ οὐ μόνον τοῦτο τῆς ἐπὶ τὰς Ἀθῆνας ὁδοῦ, τὸ τῶν παρόντων ἀπηλλάχθαι δεινῶν, ἀλλὰ καὶ τὸ μη-κέτι τοὺς ἐκεῖθεν ἥκοντας ἐπὶ λόγους προσκυνεῖν, οὐ μηδὲν μὲν ἡμῶν τῶν θνητῶν διαφέρουσιν (οὐκοῦν εἰς συνέσειν γε τῶν Ἀριστοτέλους καὶ Πλάτωνος), ἀνα- c στρέφονται δὲ ἐν ἡμῖν ὅσπερ ἐν ἡμιόνοις ἡμίθεοι, διότι τεθῆσανται τὴν ἀκαδημίαν τε καὶ τὸ Λύκειον καὶ τὴν ἐν ἡ Ζήνων ἐφιλοσόφει Ποικίλην, νῦν οὐκέτ' οὕσαν ποικίλην· δ γὰρ ἀνθύπατος τὰς σκινίδας ἀφείλετο, ἔπειτα ἐκώλυσεν αὐτοὺς ἐπὶ σοφίᾳ μεῖζον φρονεῖν.