Ancient Greek
766.3
Synesius Phil., Epistulae 766.3
Unproofread scanNot analysed yet
ξ' Αὐξεντίω. Ἄν γράψωμαί σε φιλίας ἀδικουμένης, καὶ θεοῦ καὶ θείων ἀνδρῶν δικαζόντων, ἀπάσαις αἰρήσω· τίς γὰρ παρενθήκη σοι γέγονα τῆς πρὸς τὸν ἀδελφόν δυσμενείας; ἐπειδή γὰρ ἑκεῖνος οὐδ' ἐμοὶ δοκοῦν (204) a ἐπολιτεύετο κατὰ Σαββατίου τῷ μακαρίτῃ Φάω, σὺ δὲ αὐτὸν λέγων οὐκ ἐπεθεῖς, ἐτρέψας ἐπ' ἐμὲ τὴν ὀργήν, καὶ ἐποίησας κακὸν ὅσον δύναμ' ἀγαθῷ (τότε γὰρ ἐζήν) ἐδεξάμην τὴν πρόκλησιν τῆς διαφοράς. νυνὶ δὲ οὔτε ζέσταιν οὔτε βούλομαι· ἢ τε γὰρ ἡλικία καλῶς ποιούσα μαχρίνει μοι τὸ φιλότιμον καὶ ἱερόν, φασί, νόμοι καλύπτουσιν, ὅμα δὲ ὑπομιμνήσκονται καὶ κοινῶν τροφῶν καὶ παιδείας καὶ τῆς ἐν Κυρήνῃ διατριβῆς, ἣ χρη νομίζεται τῶν Σαββατίου δικῶν ἰσχυρότερα. ἀρχοῦ δή φιλίας ἀγαθοῦ πράγματος, καὶ χαῖρε παρ' b ἐμοῦ, ζημίαν ἠγουμενου τὸν χρόνον ὃν ἐσιώπησα, πῶς οἶει καὶ τότε διακώμενος; ἀλλ' ἐνεκαρτέρουν ὡς σὸν τε· τοιούτῳ ἐστι τὸ διαφιλοτιμεῖσθαι κακόν.