Ancient Greek
766.5
Synesius Phil., Epistulae 766.5
Unproofread scanNot analysed yet
ξα' Πυλαμένει. Δάπιδα μεγάλην τῶν Αἰγυπτίων, οὐχ οἷαν ὑποβεβληθῆσαι στρωμνήν, ἀλλ' οἷαν αὐτὴν εἶναι καὶ μόνην στρωμνήν, Ἀστέριος ὁ ταχυγράφος ἰδὼν ἤτησε παρ' c ἡμῶν, ὀπηνίκα με πρὸ τῶν μεγάλων ἀρχείων ἔδει καθεύδειν. ταύτην ὑπεσχόμην ἐξῶν ἀπολείψειν αὐτῷ δῶρον· οὐ γὰρ ἤν πρὸς τὴν Θρακίων γυναικὶ παραβεβλημένον τοιαῦτα χαρίζεσθαι. νῦν οὖν ἐκπέμπωμε, τότε γὰρ οὐ κατέλιπον· σὺ δὲ δώσεις αὐτῷ μετὰ τῆς ἀπολογίας ἥς αὐτὸς ἐσὴ μάρτυς, ἂν ὑπομνησθῇς τοῦ καιροῦ, καθ' ὃν ἀνεχώρουν τοῦ ἀστεος. ἔσειν δὲ θεὸς τῆς ἡμέρας πολλάκις, καὶ πρὸς ἱκετηρίαις ἦσαν οἱ ἄνθρωποι πρηνεῖς οἱ πλείους· τὸ γὰρ ἕδαφος ἐκρᾳδαίνετο. ἐν ᾧ νομίζας ἐγὼ τὴν θάλατταν τῆς γῆς ἀσφαλέστερον, κατατείνων δρόμον ἐπὶ τὸν λιμένα, d μηδενὶ λόγον δούς ὅτι μὴ τῷ μακαρίτῃ Φωτίῳ, καὶ τοῦτον· πάρορθεν ἐγχαράγῃ, καὶ τῇ χειρὶ σημάγνας ὅτι οἰχῶμαι. ὁ δὲ Αὐρηλιανὸν φίλον ἄνδρα καὶ ὑπατον ἀφεὶς ἀπροσαύδητον ἀπολειλόγεται περὶ τῶν αὐτῶν πρὸς τὸν ὑπηρέτην Ἀστέριον. τότε