Ancient Greek
776.4
Synesius Phil., Epistulae 776.4
Unproofread scanNot analysed yet
εθ. Τῷ αὐτῷ. Μέλει γὰρ σοι, μέλει καὶ Πενταπόλεως. οὐκοῦν ἐντεύξη μὲν ταῖς δημοσίαις ἐπιστολαῖς· ὅτι δὲ κακὰ πλείω καὶ μείζω γέγονεν ἢ φοβεῖ τὰ γράμματα, λέγοντος ἀκούση τοῦ διακομιστοῦ. στέλλεται μὲν γὰρ ἐπὶ συμμαχίαν, ὡς ἐκεῖθεν αἰτήσων· τὰ δὲ τῶν πολεμίων οὐδὲ τὴν ἔξοδον αὐτοῦ περιέμεινεν, ἀλλ' ἐφθασαν ἐκχυθέντες ἀθρόοι κατὰ τῆς χώρας. πάντα οἴχεται, πάντα ἀνῃρηται· αἱ πόλεις ἐτι λοιπαί, τὸ d μέχρι οὗ γράφω, λοιπαί, τὸ δὲ εἰς τὴν ἐπιούσαν, θεὸς οἶδε. πρὸς ταῦτα εὐχῶν δεῖται τῶν σῶν, εὐχῶν λέγω τῶν ἐθᾶδων τοῦ δυσωπεῖν τὸν θεόν. ὡς ἐγὼ πολλάκις ἤδη καὶ τὰ ἴδια καὶ τὰ κοινὰ μάτην ἠξάμην. τί λέγω μάτην; εἰς τούναντίον μοι περιἴσταται. τοιούτων εἰσιν αἱ ἁμαρτίαι βαρεῖαι τε καὶ πολλαί.