Ancient Greek
776.6
Synesius Phil., Epistulae 776.6
Unproofread scanNot analysed yet
ο. Πρόχλω. Πέρυσιν οὐχ ἤκει μοι γράμματα παρὰ τῆς (218) a ἱερᾶς σου χειρός. ἠρίθμησα καὶ τοῦτο μετὰ τῶν συντυχόντων μοι κατ' ἐκεῖνο καιροῦ δυσχερῶν, πολλὰ γὰρ ἐπὶ πολλῶν ἐγὼ πέρυσιν ἠνιάσθην· ἀλλὰ καὶ ὁ τῆτες χειμῶν ὁ τι μοι λοιπὸν ἦν τῶν εἰς ψυχαγωγίαν ἀφείλετο τὸ παιδίον. εἴμαρτο γὰρ ἤρα συνόντι μὲν ὑμῖν εὐτυχεῖν, ἀπόντι δὲ χαλεποῦ πειράσθαι τοῦ δαίμονος. γενέσθω δὴ τις παραμυθία τὸ δεῖξασθαι τῆς πατρικῆς σου κεφαλῆς γράμματα, τὸ τιμαλφέστατον τῶν ἀπὸ Θράκης ἀγώγιμον.