Ancient Greek
776.8
Synesius Phil., Epistulae 776.8
Unproofread scanNot analysed yet
οα. Πυλαμένει. Διττοὶ δὴ λό· οι λέγονται περὶ σοῦ. τοιγαροῦν δμοῦ μὲν ἐπὶ Θράκης ὁμοῦ δὲ εἰς Ἰσαύρους γράφω τοῦ περιτυχῆν σε πάντως μὴ γέ τινι τῶν ἐπιστολῶν. ὑποθέσις δὲ ἀμφοῖν ἀσπάσασθαι τὴν φιλάτατην κεφαλήν, Πυλαμένην τὸν φιλόσοφον· τοῦτο γὰρ ἐστι καὶ βούληται κἂν μὴ βούληται. οὐ γὰρ μήποτε κατισχύσει τοῦ πεφυκότος, οὐδ’ οὐ μὴ σβέση τὸν σπινθῆρα τοῦ θείου πυρός, ἀλλ’ ἀναλάμψει ποτέ, τῆς μοχθηρᾶς ἀγωγῆς c ὑπεράνω γενόμενος.