Ancient Greek
780.6
Synesius Phil., Epistulae 780.6
Unproofread scanNot analysed yet
οη' Τῷ αὐτῷ. Οὐδὲν ἂν γένοιτο Πενταπόλει λυσιτελέστερον τοῦ τοὺς ἀγαθοὺς καὶ ἄνδρας καὶ στρατιώτας Οὐννιγάρδας προτετιμῆσθαι πάντων στρατιωτῶν, οὐ τῶν ἐγχωρίων λεγομένων μόνον, ἀλλὰ καὶ ὅσοι πώποτε κατὰ συμμαχίαν εἰς τούδε τοὺς τόπους ἀφίκοντο· ἐκεῖνοι μὲν γὰρ οὐδεπώποτε πολλαπλασίους ἐλάττοσι τοῖς πολεμίοις μετὰ τοῦ θαρρεῖν συνηνέγκησαν, οὗτοι δὲ δις χθὼν καὶ τρίς πρὸς ἄνδρας ὑπὲρ χιλίους τῶν ἀριθμῶν μόνοι τετταράκοντα μετὰ θεοῦ καὶ σοῦ στρατηγοῦ παρετάξαντο, καὶ νίκας τὰς μεγίστας καὶ καλλίστας ἀνείλοντο. τῶν δὲ εἰς δμὲν αὐτοῖς ἐλθόντων βαρβάρων τοὺς μὲν ἀπολοληκότες τοὺς δὲ ἀπεληλαχότες, τὰ τε μετέωρα τῆς χώρας ἐτι περινοστοῦσι, καὶ τὰς εἰσδολὰς τῶν πολεμίων φυλάττουσιν, ὥσπερ σκυλάκες αὐλῆς προσηδήσαντες, ἐφ' ᾧ θηρίον οὐκ ἐναλείπεται τῇ ποίμνῃ.