Ancient Greek
781.1
Synesius Phil., Epistulae 781.1
Unproofread scanNot analysed yet
ἀλλ’ ἡμεῖς αἰσχυνόμεθα τοὺς ἀριστεύς ἐν αὐτοῖς τοῖς ὑπὲρ ἡμῶν ἰδρώσι δακρύοντας. οἷα γὰρ καὶ γεγράφασί πρὸς ἡμᾶς, ἐγὼ μὲν οὐκ ἀπαθὴς ἀναγινωσκόμενων ἀκήκοα, ἀξίω δὲ μηδὲ σὲ τὴν ἱκετείαν αὐτῶν παριδεῖν· δέονται γὰρ σὺ σὺ μὲν δι’ ἡμῶν, βασιλεύς δὲ διὰ σοῦ δέησιν ἣν εἴκός ἦν ἡμᾶς ἐκείνους σωπῶντων ποιήσασθαι, μὴ καταλεγχῆναι τοὺς ἄνδρας ἀριθμοῖς ἐγχωρίοις. ἀχρεῖοι γὰρ ἂν ἑαυτοῖς τε καὶ ἡμῖν γένοιντο, τῶν βασιλικῶν δωρεῶν ἀπηρημένοι, εἰ μήτε ἵππων (224) ἔχουσι διαδοχὴν μήτε ὅπλων παρασκευὴν α μήτε δαπάνην ἀγωνισταῖς ἀνδράσιν ἀρχούσταν. μὴ σύ γε, ὦ μετ’ αὐτῶν ἀριστεῦ, μὴ περιῴδης τοὺς συστρατιώτας εἰς ἀτιμοτέραν ταξίν χωρούοντας, ἀλλ’ οὕτοί γε μενοντῶν ἀσῦλοι τῶν γενοῦν ἐν βεβαίῳ τῆς πρότερον ἀξίας. δ γένοιτ’ ἂν, εἰ διὰ τῆς ἀναφορᾶς ὁ φιλανθρωπότατος ἡμῶν βασιλεὺς μάθοι πόσον ὠφελος ἐγένοντο Πενταπόλει. καὶ δεήθητι βασιλέως ὑπὲρ ἡμῶν ἐν τοῖς σαυτοῦ γράμμασι δέησιν ἑτέραν, ἄνδρας ἐκατὸν ἐξήκοντα τοῖς τετταράκοντα τούτοις προστεθῆναι. μετὰ θεοῦ τὶς οὐκ ἂν ἀποσφῆναιτο διακοσίους Οὐννιγάρδας καὶ γνώμην καὶ χεῖρα τούτους παραπλησίους, ὧν οὐχ ἡκιστα ἐπαινοῦμεν τὸ πρᾶον τῆς γνώμης, σοῦ στρατηγούντος ἀρκεῖν εἰς τὸ διαπολεμῆθηναι βασιλεῖ τὸν Αὐσουργιανὸν πόλεμον· καὶ τί δὲ καταλόγων πολλῶν καὶ τῆς ροιτώσης κατ’ ἐνιαυτὸν δαπάνης τοῖς ἐνθάδε στρατεύμασι; χειρῶν δεῖ τῷ πολέμῳ, καὶ οὐκ ὀνομάτων πολλῶν.