Ancient Greek
784.2
Synesius Phil., Epistulae 784.2
Unproofread scanNot analysed yet
π᾽. Θεοφίλω (228). Ἐγὼ μὲν οὖς ἤν τῷ πατρικῷ προστάγματι καὶ χειρὰ καὶ γνώμην ὑπηρέτιν εἰσενεγκεῖν· ἀλλ᾽ οὐχ ἂν οἴμαι κάλλιον Ἀμπελίος ἐσκέφθτο περὶ τῶν ἑαυτῷ λυσιτελούντων ἢ Νίκαἰος ὑπὲρ τοῦ πῶς ἀλλοτριωθείη τῶν ἑαυτοῦ· οὔτε γὰρ ἐφ᾽ οἷς πρότερον ἀπῆρεν οἶδα καλῶς, οὔτ᾽ ἐπὶ τίσιν ἐπανῆλθεν, οὔτ᾽ ἐπὶ τίσιν αὖθις ἀποδημεῖ. πῶς γὰρ ὁν οὔτ᾽ εἴδον οὔτε περὶ αὐτοῦ τι σαφὲς ἀπηγγέλλετο; ἀλλὰ τὴν ἐπιστολὴν τῆς ἱερᾶς σου χειρὸς ἕτερός τις ἔχομισε καὶ ταύτην ἀντήτησεν, ὡς ἤδη Νικαίου λύσαντος τὸ πρυμανήσιον. καὶ οὐχ b ἐγὼ μὲν οὐχ εἴδον αὐτόν, ὁ δ᾽ ἠγέμων εἶδεν ἢ ἤκουσεν, ἀλλὰ κάκεινος οὔτ᾽ εἶδεν οὔτ᾽ ἤκουσε. πῶς οὖν ἔστι Νίκαἰον νινᾶν ὑπερόριον ἐν ἀγρῷ διαιτουμένον, ἀλλ᾽ ἀντὶ τούτου πολλὰ κάγαθὰ καὶ ὅσα φέρουσιν ὥραι τοῖς γεωργοῖς ἔχοντα; πλείω δ᾽ ἂν ἤν, εἰ καὶ τῶν μητρωίων ἐκράτησεν.