Ancient Greek
784.4 to 784.7
Synesius Phil., Epistulae 784.4-7
Unproofread scanNot analysed yet
πα᾽. Τῇ φιλοσόφῳ. Εἰ καὶ μὴ πάντα ὁ δαίμων ἀφελέσθαι με δύναται, ἀλλὰ βούλεται ὅσα γε δύναται, ὅς μ᾽ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὐνὶν ἔθηκεν, ἀλλὰ τὸ γε προαιρεῖσθαι τὰ βέλτιστα καὶ τίθεσθαι τοῖς ἀδικοῦμένοις οὐκ ἀφαιρήσεταί· μὴ γὰρ δὴ καὶ τῆς γνώμης ἡμῶν κατισχύσειε. μισῶ μὲν οὖν ἀδικίαν, ἕξεστι γάρ· καλύειν δὲ βουλομένην μέν, ἀλλὰ καὶ τοῦτο τῶν ἀφαιρεθέντων ἐστὶ, καὶ οἴχεται καὶ τοῦτο πρὸ τῶν παίδων.