Ancient Greek
785.5 to 785.7
Synesius Phil., Epistulae 785.5-7
Unproofread scanNot analysed yet
πδ'. Τῷ ἀδελφῷ. Μῆκος ἐπιστολῆς ἀνοικειότητα κατηγορεῖ τοῦ διακομίζοντος. ἀλλ' ὁ θαυμαστὸς Γερόντιος εἶδε μὲν δσα κάγω· εἰ δὲ μὴ πρὸς ψεῦδος ἀνοικείως εἶχε, διηγήσατο ἂν καὶ ὅν ἤπίστατο πλείονα τῷ φιλεῖν ἐμέ καὶ τῷ τὴν γλῶτταν ἔχειν ἀρχούσαν τῇ γνώμῃ. ὃν ἂν ἴζης ἡδέως, εἶδες ὡς ἐγὼ βούλομαι. πε'. Τῷ αὐτῷ. Δέδεξο μετὰ τῆς ἐμψύχου καὶ τὴν ἀψυχον ἐπιστολήν, μετὰ τοῦ θαυμαστοῦ Γεροντίου ταῦτα τὰ γράμματα, νόμῳ τὸ πλεῖον ἢ τῇ χρείᾳ τοῦ προσειπεῖν σε γεγόμενα. ὅτι γὰρ ἡμεῖς συζῶμεν τῇ περὶ σοῦ μνήμῃ, μυρίων ἐπιστολῶν μακρῷ μεγαλοφρωνώτερον ὁ νεανίσκος ἂν διηγήσατο.