Ancient Greek
785.3
Synesius Phil., Epistulae 785.3
Unproofread scanNot analysed yet
πγ'. Χρύσῃ. Οὐχ ὅτι μοι τῶν παιδίων συγγενής ἐστιν ὁ θαυμαστὸς Γερόντιος, συνίστημι τὸν νεανίσκον τῇ φιλίᾳ τῇ σῇ (καὶ τοῦτο μὲν γάρ), ἀλλ' ὅτι πρέπων ἐστὶ τοῦ χρυσοῦ Χρύσου τοῖς τρόποις, εἰ δεῖ μέ τι καὶ ψυχρὸν εἰπεῖν καὶ Γοργείον. παντὸς μέντοι μᾶλλον ἐστὶν ἀληθὲς εἰπεῖν σὲ εἶναι πάσης ἀρετῆς εἴσω, καὶ τὸν διδόντα σοι τὴν ἐπιστολὴν ἀξιωτάτον ἀπολαύειν σου τῆς συνουσίας.