Ancient Greek
786.4
Synesius Phil., Epistulae 786.4
Unproofread scanNot analysed yet
ζ’ Θεοφίλῳ. Οἴχεται τὸ δίκαιον ἐξ ἀνθρώπων. Ἀνδρόνικος καὶ πρότερον ἠδίκηι, καὶ νῦν ἀδικεῖται. τὸ δὲ τῆς ἐκκλησίας ἦθος οὐν ὑψῶσαι μὲν ταπεινόν, ταπεινῶσαι δὲ ὑψηλόν. τοῦτον οὖν τὸν Ἀνδρόνικον ἐμίσει μὲν ἐφ’ οἷς ἐποίει· (διὸ καὶ προήχαστο μέχρι τούτων ἐλθεῖν) ἀλεεὶ δὲ νῦν ἐφ’ οἷς ἤδη τοῖς ὑπὲρ κατάρων ὁμώλησεν, ὅτε καὶ τοὺς νῦν ἐν δυνάμει δι’ αὐτὸν ἐλυπήσαμεν. (231) ἀλλὰ δεινὸν εἰ μηδέποτε μετὰ τῶν εὐημερούντων a στησοῦμεθα, τοῖς δὲ κλάουσιν ἀεὶ συδακρύσομεν. ἡμεῖς τε οὖν ἐνταῦθα στυγνοῦ βήματος αὐτὸν ἐξειλόμεθα, καὶ τὰλλα ἐλάττους αὐτῷ παρὰ πολὺ τὰς συμφοράς ἐποιήσαμεν. κἂν ἡ σὴ θεοσέβεια φροντίδος αὐτὸν ἀξιώσῃ, τοῦτο μέγιστον ἐγὼ τεκμήριον δέξομαι τοῦ μὴ παντάπασιν τὸν ἄνθρωπον ἀπογνωσθῆναι παρὰ θεοῦ.